Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.2.1
Καὶ μηδενὶ μηδὲν εἰρηκὼς ἀνατρέχει τὰς ὀκτὼ μονὰς καὶ ἀπέρχεται πρὸς τὸν μακάριον Ἀντώνιον καὶ κρούει τὴν θύραν. Ἐξελθὼν οὖν ἐρωτᾷ αὐτόν·" Τί θέλεις;" Λέγει αὐτῷ·" Μοναχὸς θέλω γενέσθαι." Ἀποκρίνεται ὁ Ἀντώνιος καὶ λέγει αὐτῷ·" Ἐτῶν ἑξήκοντα γέρων ἄνθρωπος ὧδε μοναχὸς οὐ δύνασαι γενέσθαι· ἀλλὰ μᾶλλον ἄπελθε εἰς κώμην καὶ ἐργάζου, καὶ ζῆθι ἐργατικὸν βίον εὐχαριστῶν τῷ θεῷ· ὑπομεῖναι γὰρ τὰς θλίψεις τῆς ἐρήμου οὐ δύνασαι". Ἀποκρίνεται ὁ γέρων πάλιν καὶ λέγει·" Εἴ τι ἄν με διδάξῃς ἐκεῖνο ποιῶ".
22.3.1
Λέγει αὐτῷ ὁ Ἀντώνιος·" Εἴρηκά σοι ὅτι γέρων εἶ καὶ οὐ δύνασαι· ἄπελθε εἰ ἄρα θέλεις μοναχὸς γενέσθαι εἰς κοινόβιον πλειόνων ἀδελφῶν, οἵτινες δύνανταί σου τῆς ἀσθενείας ἀνέ χεσθαι. Ἐγὼ γὰρ μόνος κάθημαι ὧδε διὰ πέντε ἐσθίων καὶ τοῦτο λιμῷ". Τούτοις καὶ τοῖς τοιούτοις ῥήμασιν ἀπεσόβει τὸν Παῦλον· καὶ ὡς οὐκ ἠνείχετο αὐτοῦ κλείσας τὴν θύραν ὁ Ἀντώνιος οὐκ ἐξῆλθεν ἐπὶ ἡμέρας τρεῖς δι' αὐτόν, οὐδὲ πρὸς τὴν χρείαν. Ὁ δὲ οὐκ ἀνεχώρησε.
22.4.1
Τῇ δὲ τετάρτῃ ἡμέρᾳ χρείας αὐτὸν ἀναγκαζούσης ἀνοίξας ἐξῆλθε καὶ πάλιν λέγει αὐτῷ·" Ἄπελθε ἐντεῦθεν, γέρον· τί με ὑποπιάζεις; Οὐ δύνασαι ὧδε μεῖναι". Λέγει αὐτῷ ὁ Παῦλος·" Ἀμήχανόν μοί ἐστιν ἀλλαχοῦ τελευτῆσαι ἀλλ' ἢ ὧδε". Περιβλεψάμενος οὖν ὁ Ἀντώνιος καὶ θεασάμενος ὅτι τὰ πρὸς τροφὴν οὐ βαστάζει, οὐκ ἄρτον, οὐχ ὕδωρ, καὶ τετάρτην ἔχει καρτερήσας νῆστις," Μήποτε καὶ ἀποθάνῃ, φησί, καὶ κηλιδώσῃ μου τὴν ψυχήν", εἰσδέχεται αὐτόν. Καὶ τοιαύτην ἀνέλαβεν ὁ Ἀντώνιος ἐν ταῖς ἡμέραις ἐκείναις πολιτείαν οἵαν οὐδέποτε ἐν νεότητι.
22.5.1
Καὶ βρέξας θαλλοὺς λέγει αὐτῷ·" Δέξαι, πλέξον σειρὰν ὡς κἀγώ". Πλέκει ὁ γέρων ἕως ἐννάτης ὀργυίας δεκαπέντε μοχθήσας. Θεασάμενος οὖν ὁ Ἀντώνιος δυσηρεστήθη καὶ λέγει αὐτῷ·" Κακῶς ἔπλεξας· ἀπόπλεξον καὶ ἄνωθεν πλέξον"· νήστει αὐτῷ ὄντι καὶ ἡλικιώτῃ ταύτην ἐπαγαγὼν τὴν σῆψιν, ἵνα δυσφορήσας ὁ γέρων φύγῃ τὸν Ἀντώνιον. Ὁ δὲ καὶ ἀπέπλεξε καὶ πάλιν ἔπλεξε τοὺς αὐτοὺς θαλλούς, εἰ καὶ δυσχερέστερον διὰ τὸ ἐρρυτιδῶσθαι. Θεασάμενος δὲ ὁ Ἀντώνιος ὅτι οὔτε ἐγόγγυσεν οὔτε ἐμικροψύχησεν οὔτε ἠγανάκτησε, κατενύγη.
22.6.1
Καὶ δύναντος τοῦ ἡλίου λέγει αὐτῷ·" Θέλεις φάγωμεν ἄρτου κλάσμα;" Λέγει αὐτῷ ὁ Παῦλος·" Ὡς δοκεῖ σοι, ἀββᾶ". Καὶ τοῦτο πάλιν ἔκαμψε τὸν Ἀντώνιον, τὸ μὴ προσδραμεῖν προθύμως τῇ τῆς τροφῆς ἀγγελίᾳ ἀλλ' αὐτῷ ἐπιρρῖψαι τὴν ἐξουσίαν. Θεὶς οὖν τὴν τράπεζαν φέρει ἄρτους. Καὶ θεὶς ὁ Ἀντώνιος τοὺς παξαμάδας ἔχοντας ἀνὰ ἓξ οὐγκιῶν, ἑαυτῷ μὲν ἔβρεξεν ἕνα, ξηροὶ γὰρ ἦσαν, ἐκείνῳ δὲ τρεῖς. Καὶ βάλλει ψαλμὸν ὁ Ἀντώνιος ὃν ᾔδει, καὶ δωδέ κατον αὐτὸν ψάλας δωδέκατον ηὔξατο, ἵνα δοκιμάσῃ τὸν Παῦλον.
22.7.1
Ὁ δὲ πάλιν προθύμως συνηύχετο· ᾑρεῖτο γὰρ ὡς οἶμαι σκορπίους ποιμᾶναι ἢ μοιχαλίδι γυναικὶ συζῆσαι. Μετὰ δὲ τὰς δώδεκα προσευχὰς ἐκαθέσθησαν φαγεῖν ἑσπέρας βαθείας. Φαγὼν οὖν ὁ Ἀντώνιος τὸν ἕνα παξαμᾶν ἄλλου οὐχ ἥψατο. Ὁ δὲ γέρων σχολαιότερον ἐσθίων ἔτι εἶχε τοῦ παξαμαδίου· ἐξεδέχετο ὁ Ἀντώνιος ἕως οὗ τελέσῃ καὶ λέγει αὐτῷ·" Φάγε, παπία, καὶ ἄλλον παξαμᾶν". Λέγει αὐτῷ ὁ Παῦλος·" Ἐὰν σὺ ἐσθίῃς, κἀγώ· σοῦ δὲ μὴ ἐσθίοντος οὐκ ἐσθίω". Λέγει αὐτῷ ὁ Ἀντώνιος·" Ἐμοὶ ἐπαρκεῖ· μοναχὸς γάρ εἰμι".
22.8.1
Λέγει αὐτῷ ὁ Παῦλος·" Ἀρκεῖ κἀμοί· κἀγὼ γὰρ θέλω μοναχὸς γενέσθαι". Ἐγείρεται πάλιν καὶ ποιεῖ δεκαδύο εὐχὰς καὶ δεκαδύο ψαλμοὺς ψάλλει. Καθεύδει μικρὸν τοῦ πρωτουπνίου, καὶ πάλιν ἐγείρεται ψάλλειν μεσονυκτίῳ ἕως ἡμέρας. Ὡς οὖν εἶδε τὸν γέροντα προθύμως ἐπακολουθήσαντα αὐτοῦ τῇ πολιτείᾳ λέγει αὐτῷ·" Ἐὰν δύνασαι καθ' ἡμέραν οὕτως, μένε μετ' ἐμοῦ". Λέγει αὐτῷ ὁ Παῦλος·" Ἐὰν μέν τί ποτε πλέον, οὐκ οἶδα· ἐπεὶ ταῦτα ἃ εἶδον ποιῶ εὐχερῶς". Λέγει αὐτῷ ὁ Ἀντώνιος τῇ ἑξῆς·" Ἰδοὺ γέγονας μοναχός".
22.9.1
Πληροφορηθεὶς οὖν ὁ Ἀντώνιος μετὰ μῆνας ῥητοὺς ὅτι τελείας ἐστὶ ψυχῆς, λίαν ὢν ἁπλοῦς, τῆς χάριτος αὐτῷ συνεργούσης, ποιεῖ αὐτῷ κέλλαν ὡς ἀπὸ σημείων τριῶν ἢ τεσσάρων, καὶ λέγει αὐτῷ·" Ἰδοὺ γέγονας μοναχός· μένε κατ' ἰδίαν ἵνα καὶ πεῖραν δαιμόνων λάβῃς". Οἰκήσας οὖν ἔτος ἓν ὁ Παῦλος χάριτος ἠξιώθη κατὰ δαιμόνων καὶ νοσημάτων. Ἐν οἷς ποτὲ καθ' ὑπερβολὴν δεινότατος ἤχθη τῷ Ἀντωνίῳ δαιμονιῶν ἀρχοντικὸν ἔχων πνεῦμα, ὃς καὶ αὐτὸν τὸν οὐρανὸν ἐδυσφήμει.
22.10.1
Προσσχὼν οὖν ὁ Ἀντώ νιος λέγει τοῖς ἀγαγοῦσιν·" Οὐκ ἔστιν ἐμὸν τοῦτο τὸ ἔργον· κατὰ γὰρ τούτου τοῦ τάγματος τοῦ ἀρχοντικοῦ οὔπω ἠξιώθην χαρίσματος, ἀλλὰ τοῦτο Παύλου ἐστίν". Ἀπελθὼν οὖν Ἀντώνιος πρὸς τὸν Παῦλον ἀπάγει αὐτοὺς καὶ λέγει αὐτῷ·" Ἀββᾶ Παῦλε, ἔκβαλε τὸ δαιμόνιον τοῦτο ἀπὸ τοῦ ἀνθρώπου ἵνα ὑγιαίνων ἀπέλθῃ εἰς τὰ ἴδια". Λέγει αὐτῷ ὁ Παῦλος·" Σὺ γὰρ τί;" Λέγει αὐτῷ ὁ Ἀντώνιος·" Οὐ σχολάζω ἐγώ, ἄλλο ἔχω ἔργον". Καὶ καταλείψας αὐτὸν ὁ Ἀντώνιος πάλιν ἦλθεν εἰς τὴν ἰδίαν κέλλαν.
22.11.1
Ἀνα στὰς οὖν ὁ γέρων καὶ προσευξάμενος ἐνεργῆ προσευχὴν προσλαλεῖ τῷ δαιμονιῶντι·" Εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος ὅτι" Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου"". Ὁ δὲ δαίμων μετὰ δυσφημίας ἔκραξε λέγων·" Οὐκ ἐξέρχομαι, κακόγηρε". Λαβὼν οὖν τὴν μηλωτὴν αὐτοῦ κατὰ νώτου ἔτυπτεν αὐτὸν λέγων·"" Ἔξελθε" εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος". Λοιδορεῖ καὶ τὸν Ἀντώνιον καὶ αὐτὸν πάλιν ὁ δαίμων σφοδρότερον. Τέλος λέγει αὐτῷ·" Ἐκβαίνεις, ἢ ὑπάγω λέγω τῷ Χριστῷ. Μὰ τὸν Ἰησοῦν, ἐὰν οὐκ ἐκβαίνῃς ἤδη ἄρτι ὑπάγω λέγω τῷ Χριστῷ, καὶ οὐαί σοι ἔχει ποιῆσαι".
22.12.1
Προσεδυσφήμει πάλιν ὁ δαίμων κράζων·" Οὐκ ἐξέρχομαι". Χολέσας οὖν ὁ Παῦλος κατὰ τοῦ δαίμονος ἐξῆλθεν ἔξω τῆς ξενίας κατ' αὐτὴν τὴν σταθερὰν μεσημβρίαν· τῶν δὲ Αἰγυπτίων τὸ καῦμα συγγενές ἐστι τῆς καμίνου τῆς Βαβυλωνίας. Καὶ στὰς κατὰ πέτρας ἐν τῷ ὄρει προσεύχεται καὶ λέγει οὕτως·" Σὺ βλέπεις, Ἰησοῦ Χριστέ, ὁ σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου, ὅτι οὐ μὴ κατέλθω ἀπὸ τῆς πέτρας, οὐ φάγω οὐ πίω ἕως οὗ ἀποθάνω, ἐὰν μὴ ἐκβάλῃς τὸ πνεῦμα ἀπὸ τοῦ ἀνθρώπου καὶ ἐλευθερώσῃς τὸν ἄνθρωπον".
22.13.1
Πρὸ τοῦ δὲ τελεσθῆναι τοὺς λόγους τοῦ στόματος αὐτοῦ ἀνέ κραξεν ὁ δαίμων λέγων·" Ὦ βία, ἐλαύνομαι· ἡ ἁπλότης με τοῦ Παύλου ἐλαύνει, καὶ ποῦ ἀπέλθω;" Καὶ παρα χρῆμα ἐξῆλθε τὸ πνεῦμα καὶ εἰς δράκοντα μέγαν ἑβδομή κοντα πήχεων μετεβλήθη συρόμενος ἐπὶ τὴν θάλασσαν τὴν ἐρυθράν, ἵνα πληρωθῇ τὸ ῥηθέν·" Ἐπιδεικνυμένην πίστιν ἀπαγγελεῖ δίκαιος". Τοῦτό ἐστι τὸ θαῦμα Παύλου ὃς ἐπεκλήθη ἁπλοῦς παρὰ πάσης τῆς ἀδελφότητος. 23. tΠερὶ Πάχωνοσ 23. 1 Πάχων τις ὀνόματι ἀμφὶ τὸ ἑβδομηκοστὸν ἔτος ἐλάσας ἐκάθητο ἐν τῇ Σκήτει. Συνέβη δὲ ὀχληθέντα με ἐπιθυμίᾳ γυναικικῇ δυσφορεῖν καὶ πρὸς τοὺς λογισμοὺς καὶ πρὸς τὰς φαντασίας τὰς νυκτερινάς· καὶ ἐγγὺς γενόμενος τοῦ ἐξελθεῖν τῆς ἐρήμου, ἐλαύνοντός με τοῦ πάθους, τοῖς μὲν γείτοσι τοῖς ἐμοῖς οὐκ ἀνεθέμην τὸ πρᾶγμα, οὔτε τῷ διδασκάλῳ μου Εὐαγρίῳ· λεληθότως δὲ παραβαλὼν εἰς τὴν πανέρημον, συνετύγχανον ἐπὶ ἡμέρας δεκαπέντε τοῖς κατὰ τὴν Σκῆτιν γηράσασι πατράσιν ἐν τῇ ἐρήμῳ· 23. 2 ἐν οἷς περιέτυχον καὶ τῷ Πάχωνι. Εὑρὼν οὖν αὐτὸν ἀκεραιότε ρον καὶ ἀσκητικώτερον, ἐθάρρησα ἀναθέσθαι μου αὐτῷ τὰ τῆς διανοίας. Καὶ λέγει μοι οὗτος·" Μὴ ξενίσῃ σε τὸ πρᾶγμα· οὐ γὰρ αὐτὸ πάσχεις ἀπὸ ῥᾳθυμίας· μαρτυρεῖ γάρ σοι καὶ ὁ τόπος καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν καὶ διὰ τὸ μὴ εἶναι συντυχίας θηλειῶν· ἀλλὰ μᾶλλον ἀπὸ σπουδῆς. Τριπλοῦς γάρ ἐστιν ὁ πόλεμος ὁ πορνικός. Ποτὲ μὲν γὰρ ἡ σὰρξ ἡμῖν ἐπιτίθεται εὐρωστοῦσα· ποτὲ δὲ τὰ πάθη διὰ τῶν λογισμῶν· ποτὲ δὲ καὶ αὐτὸς ὁ δαίμων τῇ βασκανίᾳ. Ἐγὼ γὰρ πολλὰ παρατηρήσας εὕρηκα τοῦτο.

Intertext edge

Open linked passage

Note