Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.3.1
Ἰδοὺ ὡς ὁρᾷς με γέροντα ἄνθρωπον· τεσσαρακοστὸν ἔτος ἔχω ἐν ταύτῃ τῇ κέλλῃ φροντίζων τῆς ἐμαυτοῦ σωτηρίας· καὶ ταύτην ἄγων τὴν ἡλικίαν μέχρι τούτου πειράζομαι". Καὶ ὡς διώμνυτο ὅτι" Ἐπὶ δώδεκα ἔτη μετὰ τὸ πεντηκοστὸν ἔτος οὐ νύκτα μοι συνεχώρησεν, οὐχ ἡμέραν, ἐπιτιθέμενος. Ὑπονοήσας οὖν ὅτι ἀπέστη μου ὁ θεός, διὸ καὶ καταδυναστεύομαι, ᾑρε τισάμην ἀποθανεῖν ἀλόγως ἢ πάθει σώματος ἀσχημονῆσαι. Καὶ ἐξελθὼν καὶ περιελθὼν τὴν ἔρημον εὗρον σπήλαιον ὑαίνης· εἰς ὃ σπήλαιον ἔθηκα ἐμαυτὸν ἐν ἡμέρᾳ γυμνόν, ἵνα ἐξελθόντα φάγῃ με τὰ θηρία.
23.4.1
Ὡς οὖν ἐγένετο ἑσπέρα, κατὰ τὸ γεγραμμένον" Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ", ἐξελθόντες οἱ θῆρες, ὅ τε ἄρσην καὶ ἡ θήλεια, ὠσφράνθησάν μου ἀπὸ κεφαλῆς ἕως ποδῶν περιλείξαντες· καὶ ὡς προσε δόκων βρωθῆναι ἀνεχώρησαν ἀπ' ἐμοῦ. Πεσὼν οὖν διὰ πάσης νυκτὸς οὐκ ἐβρώθην· λογισάμενος δὲ ὅτι ἐφείσατό μου ὁ θεός, αὖθις ὑποστρέφω εἰς τὴν κέλλαν. Καρτερήσας οὖν ὁ δαίμων ἡμέρας ὀλίγας πάλιν ἐπέθετό μοι σφοδρότερον τοῦ πρώτου, ὡς παρὰ μικρόν με καὶ βλασφημῆσαι.
23.5.1
Με τασχηματισθεὶς οὖν εἰς αἰθιόπισσαν κόρην, ἣν ἑωράκειν ποτὲ ἐν νεότητί μου εἰς τὸ θέρος καλαμωμένην, ἐπικά θηταί μου τοῖς γόνασι, καὶ ἐπὶ τοσοῦτόν με κεκίνηκεν ὡς νομίσαι με συγγενέσθαι αὐτῇ. Ἀπομανεὶς οὖν ἔδωκα αὐτῇ κόσσον καὶ γέγονεν ἄφαντος. Ἐπὶ διετίαν οὖν τῆς δυσωδίας τῆς χειρός μου ἀνασχέσθαι οὐκ ἠδυνάμην. Μικροψυχήσας οὖν καὶ ἀπευδοκήσας ἐξῆλθον εἰς τὴν πανέρημον ἀλώμενος· καὶ εὑρὼν ἀσπίδα μικρὰν καὶ λαβὼν αὐτὴν προσφέρω τοῖς γεννητικοῖς μορίοις, ἵνα κἂν οὕτω δηχθεὶς ἀποθάνω. Καὶ προστρίψας τοῦ θηρίου τὴν κεφαλὴν τοῖς μορίοις, ὡς αἰτίοις μοι τοῦ πειρασμοῦ, οὐκ ἐδήχθην.
23.6.1
Ἤκουσα οὖν φωνῆς ἐλθούσης ἐν τῇ διανοίᾳ μου, ὅτι" Ἄπελθε, Πάχων, ἀγωνίζου· διὰ γὰρ τοῦτο ἀφῆκά σε καταδυναστευθῆναι, ἵνα μὴ μέγα φρονήσῃς ὡς δυνάμενος, ἀλλ' ἐπιγνούς σου τὴν ἀσθένειαν μὴ θαρρήσῃς τῇ σῇ πολιτείᾳ, ἀλλὰ προσδράμῃς τῇ τοῦ θεοῦ βοηθείᾳ". Οὕτω πληροφορηθεὶς ἀνέκαμψα, καὶ μετὰ θάρρους καθίσας καὶ μηκέτι φροντίσας τοῦ πολέμου εἰρή νευσα τὰς ἐπιλοίπους ἡμέρας. Ὁ δὲ γνούς μου τὴν κατα φρόνησιν οὐκέτι μοι ἤγγισεν". 24. tΠερὶ Στεφάνου τοῦ Λίβυοσ 24. 1 Στέφανός τις Λίβυς τῷ γένει ἐκ πλαγίου τῆς Μαρμαρικῆς καὶ τοῦ Μαρεώτου ἐκαθέσθη ἐπὶ ἑξήκοντα ἔτη. Οὗτος εἰς ἄκρον γενόμενος ἀσκητὴς καὶ διακριτικὸς κατηξιώθη χαρίσματος ὥστε πάντα τὸν λυπούμενον οἱαν δήποτε λύπην συντυχόντα αὐτῷ ἄλυπον ἀναχωρεῖν. Γνώ ριμος δὲ ἦν καὶ τῷ μακαρίῳ Ἀντωνίῳ· ἔφθασε δὲ καὶ μέχρι τῶν ἡμετέρων ἡμερῶν. Ὧ ἐγὼ μὲν οὐ συνέτυχον διὰ τὸ μῆκος τοῦ τόπου· 24. 2 οἱ δὲ περὶ τὸν ἅγιον Ἀμμώνιον καὶ Εὐάγριον συντυχόντες μοι διηγήσαντο ὅτι" Κατελά βομεν αὐτὸν ἀρρωστίᾳ τοιαύτῃ περιπεσόντα κατ' αὐτοὺς τοὺς τόπους τῶν διδύμων καὶ τῆς βαλάνου ἕλκος ποιήσαντα τὸ λεγόμενον φαγέδαιναν. Ὃν εὕρομεν τημελούμενον ὑπὸ ἰατροῦ τινός, καὶ ταῖς μὲν χερσὶν ἐργαζόμενον καὶ πλέ κοντα θαλλοὺς καὶ λαλοῦντα ἡμῖν, τὸ δὲ λοιπὸν σῶμα χειριζόμενον· ὃς οὕτως ἦν διακείμενος ὡς ἄλλου τεμνομένου. Ἀποκοπέντων οὖν τῶν μελῶν καθάπερ τριχῶν, ἀναίσθητος ἦν ὑπερβολῇ παρασκευῆς θεϊκῆς.

Intertext edge

Open linked passage

Note