Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
24.3.1
Ἡμῶν δὲ τοῦτο μὲν ὑπολυπουμένων, τοῦτο δὲ καὶ σιαινομένων ὅτι τοιοῦτος βίος τοιούτῳ περιπέπτωκε πάθει καὶ χειρουργίαις τοιαύταις, λέγει ἡμῖν·" Τεκνία, μηδὲν βλαβῆτε ἀπὸ τοῦ πράγματος· οὐδὲν γὰρ ὧν ποιεῖ ὁ θεὸς κακίᾳ ποιεῖ, ἀλλὰ τέλει χρηστῷ. Ἴσως γὰρ καὶ ὑπεύθυνα ἦσαν τὰ μέλη κολάσεως, καὶ συμφέρον ἐστὶν αὐτὰ ὧδε δοῦναι τὴν δίκην ἢ μετὰ τὴν ἔξοδον τοῦ σταδίου". Οὕτως οὖν ἡμᾶς παρακαλέσας καὶ ὑποστηρίξας ᾠκοδόμησε". Ταῦτα δὲ διηγησάμην ἵνα μὴ ξενιζώμεθα ὅταν ἁγίους τινὰς ἴδωμεν τοιούτοις περιπε σόντας πάθεσιν. 25. tΠερὶ Οὐάλεντοσ 25. 1 Οὐάλης τις γέγονε τῷ μὲν γένει Παλαιστῖνος, τῇ δὲ γνώμῃ Κορίνθιος· Κορινθίοις γὰρ προσῆψε τὸ πάθος τῆς φυσιώσεως ὁ ἅγιος Παῦλος. Οὗτος τὴν ἔρημον κατα λαβὼν ᾤκησε μεθ' ἡμῶν ἐπὶ πλείονα ἔτη· ὃς ἐπὶ τοσοῦτον ἤλασεν ὑπερηφανίας ὡς ὑπὸ δαιμόνων ἀπατηθῆναι. Ἐκ γὰρ τοῦ κατὰ μικρὸν ἀπατᾶσθαι αὐτὸν παρεσκεύασαν αὐτὸν μέγα φρονῆσαι, ὡς ἀγγέλων αὐτῷ συντυγχανόντων.