Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
25.2.1
Μιᾶς γοῦν τῶν ἡμερῶν, ὡς διηγοῦντο, ὅτι ἐργαζόμενος ἐν τῇ σκοτίᾳ τὴν βελόνην ἀφῆκεν ἐν ᾗ κατέρραπτε τὴν σπυρίδα· καὶ μὴ εὑρόντος αὐτὴν αὐτοῦ, λαμπάδα ἐποίησεν ὁ δαίμων καὶ εὗρε τὴν βελόνην. Πάλιν φυσιωθεὶς ἐπὶ τούτῳ μέγα ἐφρόνει, καὶ ἐπὶ τοσοῦτον ἐφυσιώθη ὡς καὶ τῆς κοι νωνίας τῶν μυστηρίων αὐτὸν καταφρονῆσαι. Συνέβη δὲ ἐλθόν τας τινὰς ξένους τραγήματα ἐνεγκεῖν ἐν τῇ ἐκκλησίᾳ τῇ ἀδελφότητι.
25.3.1
Λαβὼν οὖν ὁ ἅγιος Μακάριος ὁ πρεσβύτερος ἡμῶν, ἀπέστειλεν ἡμῖν ἑκάστῳ εἰς τὴν κέλλαν πρὸς δράκα, ἐν οἷς καὶ τῷ Οὐάλεντι. Λαβὼν οὖν ὁ Οὐάλης τὸν ἀπενεγ κόντα καὶ ὕβρισε καὶ ἐτύπτησε, καὶ λέγει αὐτῷ·" Ἄπελθε καὶ εἰπὲ Μακαρίῳ·" Οὐκ εἰμί σου χείρων, ἵνα σὺ ἐμοὶ εὐλογίαν πέμψῃς"". Γνοὺς οὖν ὁ Μακάριος ὅτι ἐνεπαίχθη ἀπῆλθεν αὐτὸν παρακαλέσαι μετὰ μίαν ἡμέραν, καὶ λέγει αὐτῷ·" Οὐάλη, ἐνεπαίχθης· παῦσαι". Καὶ ὡς οὐκ ἤκουσεν αὐτοῦ τῶν παραινέσεων ἀνεχώρησε.
25.4.1
Πληροφορηθεὶς οὖν ὁ δαίμων ὅτι εἰς ἄκρον αὐτοῦ ἐπείσθη τῇ πλάνῃ, ἀπέρχεται καὶ σχηματίζει ἑαυτὸν εἰς τὸν σωτῆρα, καὶ παραγίνεται ἐν νυκτὶ ἐν φαντασίᾳ ἀγγέλων χιλίων λαμπάδας ἐχόντων καὶ τροχὸν πύρινον, ἐν ᾧ ἔδοξε τὸν σωτῆρα σχηματίζειν, καὶ ἕνα προλαμβάνοντα καὶ λέγοντα·" Ἠράσθη σου ὁ Χριστὸς τῇ πολιτείᾳ καὶ τῇ παρρησίᾳ τοῦ βίου, καὶ ἦλθεν ἰδεῖν σε. Ἔξελθε οὖν τῆς κέλλης, καὶ μηδὲν ἄλλο ποιήσῃς ἀλλ' ἢ πόρρωθεν αὐτὸν ἰδὼν κύψας προσκύνησον, καὶ εἴσελθέ σου εἰς τὴν κέλλαν".
25.5.1
Ἐξελθὼν οὖν καὶ θεασάμενος τὴν παράταξιν λαμπαδηφόρον, ὡς ἀπὸ σταδίου δὲ τὸν ἀντίχριστον, πεσὼν προσεκύνησεν. Ἐπὶ τοσοῦτον οὖν πάλιν τὴν ἄλλην ἡμέραν ἐφρενοβλάβησεν, ὡς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, καὶ συνηγμένης τῆς ἀδελφότητος εἰπεῖν·" Ἐγὼ κοινωνίας χρείαν οὐκ ἔχω· τὸν γὰρ Χριστὸν ἑώρακα σήμερον". Τότε δήσαντες αὐτὸν οἱ πατέρες καὶ σιδηρώσαντες ἐπὶ ἔτος ἓν ἀπεθερά πευσαν, εὐχαῖς καὶ ἀδιαφορίᾳ καὶ ἀπραγοτέρῳ βίῳ τὸ οἴημα αὐτοῦ καθελόντες, καὶ ὡς λέγεται· Τὰ ἐναντία τοῖς ἐναντίοις ἰάματα.
25.6.1
Ἀναγκαῖον δέ ἐστι καὶ τοὺς τῶν τοιούτων βίους ἐνθεῖναι τῷ βιβλιδαρίῳ πρὸς ἀσφάλειαν τῶν ἐντυγχανόντων, καθάπερ καὶ ἁγίοις φυτοῖς τοῦ παραδείσου τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ· ἵνα εἴ ποτε αὐτοῖς συμβαίη κατόρθωμά τι, μὴ μέγα φρονήσωσιν ἐπὶ τῇ ἀρετῇ. Πολλάκις γὰρ καὶ ἀρετὴ ὑπόθεσις γίνεται πτώσεως, ὅταν μὴ σκοπῷ ὀρθῷ ἐπιτελεσθῇ· γέγραπται γάρ·" Εἶδον δίκαιον ἀπολλύ μενον ἐν δικαιώματι αὐτοῦ· καί γε τοῦτο ματαιότης". 26. tΠερὶ Ἥρωνοσ 26. 1 Ἥρων τις γέγονε γειτνιῶν μοι, Ἀλεξανδρεὺς τῷ γένει ἀστεῖος νεώτερος, εὐφυὴς τὴν διάνοιαν, καθαρὸς τὸν βίον· ὃς καὶ αὐτὸς μετὰ πόνους πολλοὺς τύφῳ βληθεὶς ἐξετραχηλιάσθη καὶ κατὰ τῶν πατέρων ἐφρόνησε μέγα, ὑβρίσας καὶ τὸν μακάριον Εὐάγριον, λέγων ὅτι" Οἱ πειθό μενοι τῇ διδασκαλίᾳ σου ἀπατῶνται· οὐ χρὴ γὰρ διδασκάλοις ἑτέροις προσέχειν παρεκτὸς τοῦ Χριστοῦ". Ἀπεχρήσατο δὲ καὶ τῇ μαρτυρίᾳ πρὸς τὸν σκοπὸν τῆς ἑαυτοῦ μωρίας, καὶ ἔλεγεν ὅτι" Αὐτὸς ὁ σωτὴρ εἶπε·" Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς"".