Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
27.2.1
Ὃς ἀποξενωθεὶς διδασκαλίας καὶ συντυχίας ἀνδρῶν ὁσίων καὶ ὠφελείας, καὶ συνεχοῦς κοινωνίας τῶν μυστηρίων, ἐπὶ τοσοῦτον ἐξέστη τῆς εὐθείας ὡς λέγειν μηδὲν εἶναι τὰ πράγματα, ἀλλ' ἢ φέρεσθαι μετέωρον ἄχρι τῆς δεῦρο ἀλώμενον ἐν Αἰγύπτῳ καὶ ἔκδοτον ἑαυτὸν δεδωκότα γα στριμαργίᾳ καὶ οἰνοφλυγίᾳ, μηδενὶ μηδὲν ὁμιλοῦντα. Καὶ αὕτη δὲ ἡ συμφορὰ συνέβη Πτολεμαίῳ ἐκ τῆς ἀλόγου οἰήσεως, κατὰ τὸ γεγραμμένον·" Οἷς μὴ ὑπάρχει κυβέρνη σις πίπτουσιν ὥσπερ φύλλα". 28. tΠερὶ ἐκπεσούσης παρθένου 28. 1 Παρθένον πάλιν ἔγνων ἐν Ἱεροσολύμοις σακκοφοροῦ σαν ἐπὶ ἑξαετίαν καὶ ἐγκεκλεισμένην, μηδενὸς τῶν εἰς ἡδονὴν συντεινόντων λαμβάνουσαν· ἥτις ἐς ὕστερον ἐγκα ταλειφθεῖσα ὑπερβολῇ ὑπερηφανίας περιέπεσε πτώσει. Καὶ ἀνοίξασα τὴν θυρίδα εἰσεδέξατο τὸν ὑπηρετούμενον καὶ αὐτῷ συνεφύρη ἐν τῷ μὴ κατὰ θεϊκὴν πρόθεσιν καὶ ἀγάπην θεοῦ ἐσχηκέναι τὴν ἄσκησιν, ἀλλὰ κατὰ σκηνὴν ἀνθρω πίνην, ὅ ἐστι κενοδοξίας καὶ σαθρᾶς προαιρέσεως. Τῶν γὰρ λογισμῶν αὐτῆς ἀπασχοληθέντων εἰς τὸ καταγινώσ κειν τῶν ἄλλων, οὐκ ἦν ὁ φύλαξ τῆς σωφροσύνης. 29. tΠερὶ Ἠλία 29. 1 Ἠλίας τις ἀσκητὴς σφόδρα γέγονε φιλοπάρθενος· εἰσὶ γὰρ τοιαῦται ψυχαὶ αἷς μαρτυρεῖ τὸ τέλος κατὰ ἀρετήν. Ὃς κατοικτειρήσας τὸ τάγμα τῶν ἀσκητριῶν, ἐν Ἀθριβῇ τῇ πόλει ἔχων ἀναλώματα ᾠκοδόμησε μέγα μοναστήριον, καὶ συνήγαγε πάσας τὰς ἀλωμένας ἐν τῷ μοναστηρίῳ ἀκολούθως αὐτῶν φροντίζων, ποιήσας αὐταῖς ἀνάπαυσιν πᾶσαν καὶ κήπους καὶ χρηστήρια καὶ ὧν ἀπαιτεῖ ὁ βίος. Αὗται ἐκ διαφόρων βίων ἠγμέναι συνεχεῖς ἐποίουν μάχας μετ' ἀλλήλων.