Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.2.1
Ἐπεὶ οὖν ἐχρῆν αὐτὸν καὶ διακούειν καὶ εἰρηνεύειν, συνήγαγε γὰρ ὡς τριακοσίας, ἀνάγκην εἶχε μεσιτεύειν ἐπὶ δύο ἔτη. Νέαν ἄγων τὴν ἡλικίαν, ἦν γὰρ ὡς τριάκοντα ἐτῶν ἢ τεσσαράκοντα, οὗτος ἐπειράσθη καθ' ἡδονήν· καὶ ἀναχωρήσας τοῦ μοναστηρίου νῆστις ἐπλανᾶτο ἀνὰ τὴν ἔρημον ἐπὶ ἡμέρας δύο, τοῦτο δεόμενος ὅτι" Κύριε, ἢ ἀπόκτεινόν με ἵνα μὴ ἴδω αὐτὰς θλιβομένας, ἢ τὸ πάθος μου λαβὲ ἵνα φροντίζω αὐτῶν κατὰ λόγον".
29.3.1
Ἑσπέρας οὖν γενομένης ὕπνωσεν ἐν τῇ ἐρήμῳ καὶ ἐλθόντες πρὸς αὐτὸν ἄγγελοι τρεῖς, ὡς αὐτὸς διηγεῖτο, κατέσχον αὐτὸν καὶ λέγουσι·" Τί ἐξῆλθες τοῦ μοναστηρίου τῶν γυναικῶν;" Οἷς διηγεῖτο τὸ πρᾶγμα·" Ὅτι ἐφοβήθην μήποτε κἀκείνας βλάψω καὶ ἐμαυτόν". Λέγουσιν αὐτῷ·" Οὐκοῦν ἐάν σε τοῦ πάθους ἀπαλλάξωμεν ἀπέρχῃ καὶ φροντίζεις αὐτῶν;" Ἐπὶ τούτοις συνέθετο. Εἰσπράττονται αὐτὸν ὅρκον.
29.4.1
Τὸν δὲ ὅρκον ἔλεγε τοιοῦτον εἶναι·" Ὄμοσον ἡμῖν ὅτι Μὰ τὸν φροντίζοντά μου φροντίζω αὐτῶν". Καὶ ὤμοσεν αὐτοῖς· τότε κατέσχον αὐτοῦ εἷς τὰς χεῖρας καὶ εἷς τοὺς πόδας, καὶ ὁ τρίτος λαβὼν ξυρὸν ἐξέτεμεν αὐτοῦ τοὺς διδύμους, οὐ κατὰ ἀλήθειαν ἀλλὰ κατὰ φαντασίαν. Ἔδοξεν οὖν τῇ ἐκστάσει, ὡς ἂν εἴποι τις, καὶ ἀποτεθεραπεῦσθαι. Ἐπερωτῶσιν αὐτόν·" Ἠισθήθης ὠφελείας;" Λέγει αὐτοῖς·" Σφόδρα ἐκου φίσθην καὶ πέπεισμαι ἀπηλλάχθαι τοῦ πάθους".
29.5.1
Λέγουσιν αὐτῷ·" Ἄπελθε οὖν". Καὶ ὑποστρέψας μετὰ πέντε ἡμέρας πενθοῦντος τοῦ μοναστηρίου εἰσῆλθε καὶ ἔνδον ἔμεινεν ἔκτοτε ἐν κελλίῳ πλαγίῳ, ἐξ οὗ ἐγγύτερος ὢν συνεχῶς αὐτὰς διωρθοῦτο τὸ ὅσον ἐπ' αὐτῷ. Ἔζησε δὲ ἄλλα τεσσαράκοντα ἔτη διαβεβαιούμενος τοῖς πατράσιν ὅτι" Εἰς τὴν διάνοιάν μου οὐκ ἀναβαίνει πάθος". Τοῦτο τὸ χάρισμα τοῦ ἁγίου ἐκείνου ὃς οὕτως ἐφρόντισε τοῦ μοναστηρίου. 30. tΠερὶ Δωροθέου 30. 1 Ὃν διαδέχεται Δωρόθεος, ἀνὴρ δοκιμώτατος γηρά σας ἐν βίῳ χρηστῷ καὶ ἐμπράκτῳ· μὴ δυνηθεὶς μὲν οὕτως ἐν αὐτῷ τῷ μοναστηρίῳ μεῖναι, ἐν ἀνώγεῳ δὲ ἀποκε κλεισμένος θυρίδα ἐποίησεν ὁρῶσαν ἐπὶ τὸ μοναστήριον τῶν γυναικῶν, ἣν καὶ ἔκλειε καὶ ἤνοιγεν· ἀδιαλείπτως οὖν παρεκαθέζετο τῇ θυρίδι τὴν ἀμαχίαν αὐταῖς μνη στευόμενος. Καὶ οὕτως ἐπεγήρασεν ἄνω εἰς τὸ ἀνώγεων, μήτε τῶν γυναικῶν ἄνω ἀνερχομένων μήτε ἐκείνου δυνα μένου κάτω κατελθεῖν· οὐ γὰρ εἱστήκει κλῖμαξ. 31. tΠερὶ Πιαμοῦν 31. 1 Πιαμοῦν γέγονε παρθένος ἥτις τὰ ἔτη τῆς ζωῆς αὐτῆς ἔζησε μετὰ τῆς μητρὸς τῆς ἰδίας μίαν παρὰ μίαν ἐσθίουσα ἐν ἑσπέρᾳ καὶ νήθουσα λίνον. Αὕτη κατηξιώθη χαρίσματος προρρήσεων. Ἐν οἷς συνέβη ποτὲ ἐν Αἰγύπτῳ τῆς ἀναβάσεως οὔσης κώμην κώμῃ ἐπιθέσθαι· μάχονται γὰρ εἰς τὰς ὑδρομερισίας, ὡς καὶ φόνους παρακολουθεῖν καὶ κατακοπάς. Δυνατωτέρα οὖν κώμη ἐπέθετο τῇ ταύ της κώμῃ, καὶ ἤρχοντο ἄνδρες ἐν πλήθει μετὰ δοράτων καὶ ῥοπάλων κόψαι τὴν κώμην αὐτῆς.

Intertext edge

Open linked passage

Note