Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.2.1
Διὰ πάσης μὲν γὰρ τῆς ἡμέρας ἐν τῷ καύματι ἐν τῇ ἐρήμῳ τῇ παρὰ θάλασσαν συνῆγε λίθους, καὶ τούτους ἀεὶ οἰκοδομῶν καὶ κέλλας ποιῶν παρεχώρει τοῖς μὴ δυναμένοις οἰκοδομῆσαι, κατ' ἔτος τελίσκων κέλλαν μίαν. Ἐμοῦ δέ ποτε εἰρηκότος αὐτῷ·" Τί ποιεῖς, πάτερ, ἐν γήρᾳ τοσούτῳ ἀποκτείνων σοῦ τὸ σωμάτιον ἐν τοῖς καύμασι τούτοις;" ἀπεκρίνατο λέγων·" Ἀποκτείνει με, ἀποκτείνω αὐτό". Ἤσθιε μὲν γὰρ οὐγκίας ἓξ ἄρτου καὶ λεπτολαχάνων δέμα, ἔπινε δὲ ὕδατος τὸ ὅσον. Ἐπὶ θεοῦ μάρτυρος οὐκ ἔγνων αὐτὸν ἁπλώσαντα πόδας, οὐ καθευδήσαντα ἐπὶ ψιαθίου, οὐκ ἐπὶ κλίνης· ἀλλὰ διὰ πάσης νυκτὸς καθήμενος ἔπλεκε σειρὰν τὴν ἐκ θαλλῶν φοινίκων εἰς λόγον τροφῆς.
2.3.1
Προσδοκήσας δὲ ὅτι ἐπ' ἐμοῦ τοῦτο ποιεῖ, ἐφιλοπεύστησα καὶ παρὰ ἄλλων αὐτοῦ μαθητῶν ἀκριβώσας, οἵτινες ἔμενον κατ' ἰδίαν, ὅτι ἀπὸ νεότητος ταύτην ἔσχε τὴν πολιτείαν, μηδέ ποτε κοιμηθεὶς ἐξεπίτηδες, εἰ μή τι ἐργαζόμενος ἢ ἐσθίων ἐκάμμυσε τὸν ὀφθαλμὸν κατενεχθεὶς ὕπνῳ, ὥστε πολλάκις καὶ τὸν ψωμὸν ἐκπίπτειν ἐκ τοῦ στόματος αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ φαγεῖν ὑπερβολῇ νυσταγμοῦ. Ἀναγκάζοντος δέ μου αὐτόν ποτε μι κρὸν ἐπὶ τῆς ψιάθου ἀναπεσεῖν, ὑπολυπούμενος ἔλεγεν·" Ἐὰν πείσῃς τοὺς ἀγγέλους κοιμηθῆναι, πείσεις καὶ τὸν σπου δαῖον".
2.4.1
Ἐν τῷ φρέατι αὐτοῦ περὶ ὥραν ἐννάτην ἀπέ στειλέ μέ ποτε πληρῶσαι τὸν κάδον εἰς λόγον μεταλήψεως τῆς ὥρας τῆς ἐννάτης. Ἔτυχε δέ με ἀπελθόντα ἀσπίδα ἐν τῷ φρέατι κάτω ἰδεῖν, καὶ μηκέτι ἀντλῆσαι τὸ ὕδωρ, ἀλλ' ἀπελθόντα εἰπεῖν αὐτῷ ὅτι·" Ἀπεθάνομεν, ἀββᾶ· ἀσπίδα γὰρ εἶδον ἐν τῷ φρέατι". Ὁ δὲ ὑπομειδιάσας σεμνὸν ἐπὶ πολύ μοι προσέσχε, καὶ σείσας τὴν κεφαλὴν ἔλεγεν·" Ἐὰν δόξῃ τῷ διαβόλῳ κατὰ πᾶν φρέαρ γενέσθαι ὄφιν ἢ χελώνην καὶ ἐμπίπτειν εἰς τὰς πηγὰς τῶν ὑδάτων, σὺ μένεις μηδέ ποτε πίνων;" καὶ ἐξελθὼν καὶ δι' ἑαυτοῦ ἀντλήσας, νῆστις πρῶτος ἀπερρόφησεν εἰπών·" Ὅπου σταυρὸς ἐπιφοιτᾷ οὐκ ἰσχύει κακία τινός". 3. tΠερὶ Ποταμιαίνησ 3. 1 Ὁ μακάριος οὗτος Ἰσίδωρος συντετυχηκὼς Ἀντωνίῳ τῷ μακαρίτῃ γραφῆς ἄξιον διηγήσατό μοι πρᾶγμα, ἀκηκοὼς παρ' αὐτοῦ ὅτι Ποταμιαίνα τις οὕτω καλουμένη κατὰ τὸν καιρὸν Μαξιμιανοῦ τοῦ διώκτου ὡραιοτάτη κόρη ὑπῆρχε παιδίσκη τινός· ἣν πολλαῖς λιπαρήσας ὑποσχέσεσιν ὁ ταύτης δεσπότης ἀναπεῖσαι οὐκ ἠδυνήθη· 3. 2 τελευταῖον δὲ μανεὶς παραδίδωσιν αὐτὴν τῷ τότε ἐπάρχῳ τῆς Ἀλεξαν δρείας, ἔκδοτον αὐτὴν δοὺς ὡς χριστιανὴν καὶ βλασφημοῦσαν τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς ἐπὶ τοῖς διωγμοῖς, ὑποθέ μενος αὐτῷ μετὰ χρημάτων ὅτι" Ἐὰν συνθῆταί μου τῷ σκόπῳ, ἀτιμώρητον αὐτὴν φύλαξον"· ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐστηρίᾳ, παρεκάλεσε τιμωρηθῆναι αὐτήν, ἵνα μὴ ζῶσα κα ταγελάσῃ τῆς ἀσωτίας αὐτοῦ.

Intertext edge

Open linked passage

Note