Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
31.2.1
Παρέστη δὲ αὐτῇ ἄγγελος ἀποκαλύπτων αὐτῇ τὴν ἐπίθεσιν τούτων. Καὶ μεταστειλαμένη τοὺς πρεσβυτέρους τῆς κώμης λέγει·" Ἐξέλθατε καὶ ἀπαντήσατε τοῖς ἐρχομένοις ἐκ τῆσδε τῆς κώμης καθ' ὑμῶν, ἵνα μὴ καὶ ὑμεῖς συναπόλησθε τῇ κώμῃ, καὶ παρακαλέσατε αὐτοὺς λωφῆσαι τῆς ἀηδίας". Φοβη θέντες δὲ οἱ πρεσβύτεροι πίπτουσιν εἰς τοὺς πόδας αὐτῆς παρακαλοῦντες καὶ λέγοντες αὐτῇ ὅτι" Ἡμεῖς οὐ τολμῶμεν συναντῆσαι αὐτοῖς· οἴδαμεν γὰρ αὐτῶν τὴν μέθην καὶ τὴν ἀπόνοιαν.
31.3.1
Ἀλλ' εἰ ποιεῖς ἔλεος καὶ ἐπὶ πᾶσαν τὴν κώμην καὶ ἐπὶ τὸν οἶκον τὸν σόν, ἐξελθοῦσα αὐτὴ αὐτοῖς συνάντησον". Ἐκείνη τοῦτο μὴ συνθεμένη, ἀνελ θοῦσα εἰς τὸ δωμάτιον τὸ ἴδιον ἐν νυκτὶ ἔστη διὰ παντὸς εὐχομένη καὶ μὴ κλίνουσα γόνυ καὶ δεομένη τοῦ θεοῦ ὅτι" Κύριε ὁ κρίνων τὴν γῆν, ᾧ οὐδὲν τῶν ἀδίκων ἀρέσκει, τῆς προσευχῆς ταύτης ἐλθούσης πρὸς σὲ ἡ δύναμίς σου ἡλωσάτω αὐτοὺς εἰς τὸν τόπον ὅπου ἂν αὐτοὺς καταλάβῃ".
31.4.1
Καὶ περὶ ὥραν πρώτην ἀπὸ τριῶν μιλίων ἡλωθέντες εἰς τὸν τόπον σαλευθῆναι οὐκ ἠδυνήθησαν· ἀπεκαλύφθη δὲ κἀκείνοις ὅτι πρεσβείαις αὐτῆς γέγονεν αὐτοῖς τὸ ἐμπό διον· καὶ ἀποστείλαντες εἰς τὴν κώμην ᾐτήσαντο εἰρήνην, δηλώσαντες ὅτι" Εὐχαριστήσατε τῷ θεῷ καὶ ταῖς εὐχαῖς Πιαμοῦν αἳ καὶ συνεπόδισαν ἡμᾶς". 32. tΠερὶ Παχωμίου καὶ τῶν Ταβεννησιωτῶν 32. 1 Ταβέννησίς ἐστι τόπος ἐν τῇ Θηβαΐδι οὕτω καλού μενος, ἐν ᾧ Παχώμιός τις γέγονεν, ἀνὴρ τῶν εἰς εὐθεῖαν βεβιωκότων ὡς καταξιωθῆναι καὶ προρρήσεων καὶ ὀπτα σιῶν ἀγγελικῶν. Οὗτος εἰς ἄγαν ἐγένετο φιλάνθρωπός τε καὶ φιλάδελφος. Καθεζομένῳ οὖν αὐτῷ ἐν τῷ σπηλαίῳ ὤφθη ἄγγελος καὶ λέγει αὐτῷ·" Τὰ κατὰ σαυτὸν κατώρ θωσας· περιττῶς οὖν καθέζῃ ἐν τῷ σπηλαίῳ· δεῦρο καὶ ἐξελθὼν συνάγαγε πάντας τοὺς νέους μοναχοὺς καὶ οἴκη σον μετ' αὐτῶν, καὶ κατὰ τὸν τύπον ὃν δίδωμί σοι οὕτως αὐτοῖς νομοθέτησον". Καὶ ἐπέδωκεν αὐτῷ δέλτον χαλκῆν ἐν ᾗ ἐγέγραπτο ταῦτα· 32. 2" Συγχωρήσεις ἑκάστῳ κατὰ δύναμιν φαγεῖν καὶ πιεῖν· καὶ πρὸς τὰς δυνάμεις τῶν ἐσθιόντων ἀνάλογα καὶ τὰ ἔργα αὐτοῖς ἐγχείρισον· καὶ μήτε νηστεῦσαι κωλύσῃς μήτε φαγεῖν. Οὕτω μέντοι τὰ ἰσχυρὰ τοῖς ἰσχυροτέροις καὶ ἐσθίουσι, καὶ τὰ ἄτονα τοῖς ἀτονωτέροις καὶ ἀσκη τικωτέροις ἐγχείριζε ἔργα. Ποίησον δὲ κέλλας διαφόρους ἐν τῇ αὐλῇ, καὶ τρεῖς κατὰ κέλλαν μενέτωσαν. Ἡ δὲ τροφὴ πάντων ὑπὸ ἕνα οἶκον ἐξεταζέσθω.