Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
32.3.1
Καθευδέτωσαν δὲ μὴ ἀνακείμενοι, ἀλλὰ θρόνους οἰκοδομητοὺς ὑπτιωτέρους πεποιηκότες καὶ θέντες αὐτῶν ἐκεῖ τὰ στρώματα καθευ δέτωσαν καθήμενοι. Φορείτωσαν δὲ ἐν ταῖς νυξὶ λεβιτῶνας λινοῦς ἐζωσμένοι. Ἕκαστος αὐτῶν ἐχέτω μηλωτὴν αἰγείαν εἰργασμένην, ἧς ἄνευ μὴ ἐσθιέτωσαν. Ἀπιόντες δὲ εἰς τὴν κοινωνίαν κατὰ σάββατον καὶ κυριακὴν τὰς ζώνας λυέτω σαν, τὴν μηλωτὴν ἀποτιθέσθωσαν, καὶ μετὰ κουκουλίου μόνου εἰσιέτωσαν". Κουκούλια δὲ αὐτοῖς ἐτύπωσεν ἄμαλλα ὡς παιδίοις, ἐν οἷς καὶ καυτῆρα τύπον σταυροῦ διὰ πορ φυρίου ἐκέλευσεν ἐντίθεσθαι.
32.4.1
Ἐκέλευσε δὲ εἰκοσι τέσσαρα τάγματα εἶναι καὶ ἑκάστῳ τάγματι ἐπέθηκε στοι χεῖον ἑλληνικὸν ἀπὸ ἄλφα καὶ βῆτα καὶ γάμμα καὶ δέλτα καὶ τῶν καθ' ἑξῆς. Ἐν τῷ οὖν αὐτὸν ἐρωτᾶν καὶ φιλο πραγμονεῖν εἰς τοσοῦτον πλῆθος ἠρώτα τὸν δεύτερον ὁ μει ζότερος·" Πῶς ἔχει τὸ τάγμα τοῦ ἄλφα;" ἤ·" Πῶς ἔχει τὸ ζῆτα;" πάλιν·" Ἄσπασαι τὸ ῥῶ", ἰδίῳ τινὶ σημείῳ γραμμάτων ἀκολουθοῦντες." Καὶ τοῖς μὲν ἁπλουστέροις καὶ ἀκεραι οτέροις ἐπιθήσεις τὸ ἰῶτα, τοῖς δὲ δυσχερεστέροις καὶ σκολιωτέροις προσάξεις τὸ ξῖ".
32.5.1
Καὶ οὕτως κατ' ἀναλογίαν τῆς καταστάσεως τῶν προαιρέσεων καὶ τῶν τρόπων καὶ τῶν βίων, ἑκάστῳ τάγματι τὸ στοιχεῖον ἐφήρ μοσε, μόνων τῶν πνευματικῶν εἰδότων τὰ σημαινόμενα. Ἐγέγραπτο δὲ ἐν τῇ δέλτῳ ὅτι" Ξένος ἄλλου μοναστη ρίου ἄλλον ἔχοντος τύπον μὴ συμφάγῃ τούτοις, μὴ συμπίῃ, μὴ εἰσέλθῃ εἰς τὴν μονὴν ἐκτὸς εἰ μὴ ἐν ὁδῷ εὑρεθῇ". Τὸν μέντοι εἰσελθόντα συμμεῖναι αὐτοῖς ἐπὶ τριετίαν εἴσω τῶν ἀδύτων οὐ δέχονται· ἀλλ' ἐργατικώτερα ἔργα ποιήσας, οὕτως εἰσβαίνει μετὰ τριετίαν.
32.6.1
" Ἐσθίοντες δὲ τὰς κεφαλὰς καλυπτέτωσαν τοῖς κουκουλίοις ἵνα μὴ ἀδελφὸς ἀδελφὸν μασώμενον ἴδῃ. Οὐκ ἔστι λαλῆσαι ἐσθίοντα, οὐδὲ ἐκτὸς τοῦ πίνακος ἢ τῆς τραπέζης ἀλλαχοῦ προσέχειν τῷ ὀφθαλμῷ". Ἐτύπωσε δὲ διὰ πάσης τῆς ἡμέρας ποιεῖν αὐτοὺς εὐχὰς δώδεκα, καὶ ἐν τῷ λυχνικῷ δώδεκα, καὶ ἐν ταῖς παννυχίσι δώδεκα, καὶ ἐννάτην ὥραν τρεῖς· ὅτε δὲ μέλλει τὸ πλῆθος ἐσθίειν ἑκάστῃ εὐχῇ ψαλμὸν προᾴ δεσθαι τυπώσας.
32.7.1
Προσαντιλέγοντος δὲ τοῦ Παχωμίου τῷ ἀγγέλῳ ὅτι ὀλίγαι εἰσὶν αἱ εὐχαί, λέγει αὐτῷ ὁ ἄγγελος·" Ταῦτα διετύπωσα ὡς φθάνειν καὶ τοὺς μικροὺς ἐπιτελεῖν τὸν κανόνα καὶ μὴ λυπεῖσθαι. Οἱ δὲ τέλειοι νομοθεσίας χρείαν οὐκ ἔχουσι· καθ' ἑαυτοὺς γὰρ ἐν ταῖς κέλλαις ὅλον ἑαυτῶν τὸ ζῆν τῇ τοῦ θεοῦ θεωρίᾳ παρεχώρησαν. Τούτοις δὲ ἐνομο θέτησα ὅσοι οὐκ ἔχουσι νοῦν ἐπιγνώμονα, ἵνα κἂν ὡς οἰκέ ται τὴν σύνταξιν πληροῦντες τῆς πολιτείας διατεθῶσιν ἐν παρρησίᾳ".
32.8.1
Ἔστιν οὖν ταῦτα τὰ μοναστήρια πλείονα κρατήσαντα τοῦτον τὸν τύπον, συντείνοντα εἰς ἑπτακισχιλίους ἄνδρας. Ἔστι δὲ τὸ πρῶτον καὶ μέγα μοναστήριον ἔνθα αὐτὸς ὁ Παχώμιος ᾤκει, τὸ καὶ τὰ ἄλλα ἀποκυῆσαν μοναστήρια, ἔχον ἄνδρας χιλίους τριακοσίους. Ἐν οἷς καὶ ὁ καλὸς Ἀφθόνιος ὁ φίλος μου γενόμενος γνήσιος, τὸ νῦν δευτερεύων ἐν τῷ μοναστηρίῳ· ὃν ὡς ἀσκανδάλιστον ἀποστέλλουσιν ἐν Ἀλεξανδρείᾳ ἐπὶ τὸ διαπωλῆσαι μὲν αὐτῶν τὰ ἔργα, συνω νήσασθαι δὲ τὰς χρείας.
32.9.1
Ἔστι δὲ ἄλλα μοναστήρια ἀπὸ διακοσίων καὶ τριακοσίων· ἐν οἷς καὶ εἰς Πανὸς τὴν πόλιν εἰσελθὼν εὗρον ἄνδρας τριακοσίους. [Ἐν τούτῳ τῷ μοναστηρίῳ ἑώρακα ῥάπτας δεκαπέντε, χαλκεῖς ἑπτά, τέκ τονας τέσσαρας, καμηλαρίους δώδεκα, κναφεῖς δεκαπέντε.] Ἐργάζονται δὲ πᾶσαν τέχνην, καὶ ἐκ τῶν περιττευμάτων οἰκονομοῦντες καὶ τὰ τῶν γυναικῶν μοναστήρια καὶ φυλακάς.
32.10.1
[Τρέφουσι δὲ καὶ χοίρους· ἐμοῦ δὲ ψέγοντος τὸ πρᾶγμα, ἔλεγον ὅτι" Ἐν τῇ παραδόσει παρελάβομεν ὅτι τρεφέσθωσαν μὲν διὰ τὰ σινιάσματα, διὰ τὰ ἀποκαθα ρίσματα τῶν λαχάνων, διὰ τὰ ῥιπτόμενα περιττώματα, ἵνα μὴ ζημιῶνται. Καὶ θυέσθωσαν οἱ χοῖροι, καὶ τὸ κρέας μὲν πιπρασκέσθω, τὰ δὲ ἄκρα τοῖς νοσοῦσι καὶ τοῖς γέρουσιν ἀναλισκέσθωσαν, τῷ μετρίαν εἶναι τὴν χώραν καὶ πολυ άνθρωπον"· τὸ γὰρ ἔθνος τῶν Βλεμμύων αὐτοῖς παροικεῖ.] 32. 11 Ἀναστάντες δὲ οἱ ἐφημερευταὶ ὄρθριοι οἱ μὲν περὶ τὸ μαγειρεῖον οἱ δὲ περὶ τὰς τραπέζας γίνονται. Ἵστωσιν οὖν αὐτὰς μέχρι τῆς ὥρας ἀπαρτίσαντες, ἐπιθέντες κατὰ τράπεζαν ἄρτους, λαψάνας συνθέτας, ἐλαίας, τυροὺς βοῶν, [τὰ τῶν κρεῶν ἄκρα,] καὶ λεπτολάχανα. Εἰσὶν οὖν οἱ εἰσερ χόμενοι ἕκτην ὥραν καὶ ἐσθίοντες, ἄλλοι ἑβδόμην, ἄλλοι ὀγδόην, ἄλλοι ἐννάτην, ἄλλοι ἑνδεκάτην, ἄλλοι ἑσπέραν βαθεῖαν, ἄλλοι διὰ δύο, ὡς ἕκαστον στοιχεῖον τὴν ἰδίαν ὥραν γνωρίζειν.
32.12.1
Οὕτως ἦν αὐτῶν καὶ τὰ ἔργα· ὁ μὲν ἐργάζεται γῆν γεωργῶν, ἄλλος κῆπον, ἄλλος χαλκεῖον, ἄλλος ἀρτοκοπεῖον, ἄλλος τεκτονεῖον, ἄλλος γναφεῖον, ἄλλος πλέκων σπυρίδας τὰς μεγάλας, ἄλλος βυρσεῖον, ἄλλος σκυ τοτομεῖον, ἄλλος καλλιγραφεῖον, ἄλλος πλέκων τὰ μαλάκια· ἀποστηθίζουσι δὲ πάσας τὰς γραφάς. 33. tΠερὶ τοῦ μοναστηρίου τῶν γυναικῶν 33. 1 Τούτοις ἔστι καὶ μοναστήριον γυναικῶν ὡς τετρακοσίων, τὴν αὐτὴν ἔχον διατύπωσιν, τὴν αὐτὴν πο λιτείαν, ἐκτὸς τῆς μηλωτῆς· καὶ αἱ μὲν γυναῖκες πέραν τοῦ ποταμοῦ, οἱ δὲ ἄνδρες ἀντιπέρα. Ὅταν οὖν τελευ τήσῃ παρθένος, ἐνταφιάσασαι αὐτὴν αἱ παρθένοι φέρουσι καὶ τιθέασι παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ· περάσαντες δὲ οἱ ἀδελφοὶ μετὰ πορθμείου, μετὰ βαίων καὶ κλάδων ἐλαιῶν, μετὰ ψαλμῳδίας φέρουσιν αὐτὴν εἰς τὸ πέραν, θάπτοντες εἰς τὰ ἴδια μνήματα.