Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
33.2.1
Παρεκτὸς μέντοι τοῦ πρεσβυτέρου καὶ τοῦ διακόνου οὐδεὶς περᾷ εἰς τὸ μοναστήριον τῶν γυναικῶν, καὶ τοῦτο κατὰ κυριακήν. Ἐν τούτῳ τῷ μοναστηρίῳ τῶν γυναικῶν συνέβη πρᾶγμα τοιοῦτον· ῥάπτης κοσμικὸς περάσας κατὰ ἄγνοιαν ἐζήτει ἔργον· καὶ ἐξελθοῦσα νεωτέρα μία, ἔρημος γάρ ἐστιν ὁ τόπος, συνέτυχεν αὐτῷ ἀκουσίως καὶ δέδωκεν αὐτῷ ἀπό κρισιν ὅτι" Ἡμεῖς ἔχομεν ἡμετέρους ῥάπτας".
33.3.1
Ἄλλη ἑωρακυῖα τὴν συντυχίαν, χρόνου παρελθόντος καὶ γενο μένης μάχης, ἐξ ὑπονοίας διαβολικῆς ἀπὸ πολλῆς πονη ρίας καὶ ζέσεως θυμοῦ, ἐσυκοφάντησε ταύτην ἐπὶ τῆς ἀδελφότητος· ᾗ συνέδραμον καὶ ἄλλαι ὀλίγαι τῇ κακίᾳ. Ἀπολυπηθεῖσα οὖν ἐκείνη ὡς ὑποστᾶσα τοιαύτην συκο φαντίαν τὴν μήτε εἰς ἔννοιαν αὐτῆς ἐλθοῦσαν, καὶ μὴ ἐνεγ κοῦσα ἔβαλεν ἑαυτὴν εἰς τὸν ποταμὸν λάθρα καὶ ἐτε λεύτησεν.
33.4.1
Οὕτως ἡ συκοφαντήσασα, γνοῦσα ὅτι ἐσυ κοφάντησεν ἀπὸ πονηρίας καὶ εἰργάσατο τὸ ἄγος τοῦτο, λαβοῦσα ἀπήγξατο καὶ αὐτὴ μὴ στέξασα τὸ πρᾶγμα. Ἐλ θόντι οὖν τῷ πρεσβυτέρῳ ἀνήγγειλαν τὸ πρᾶγμα αἱ λοιπαὶ ἀδελφαί· καὶ ἐκέλευσε τούτων μὲν μηδὲ μιᾶς προσφορὰν ἐπιτελεσθῆναι· τὰς δὲ μὴ εἰρηνευσάσας αὐτάς, ὡς συνει δυίας τῇ συκοφαντησάσῃ καὶ πιστευσάσας τοῖς εἰρημένοις, ἑπταετίαν ἀφώρισεν ἀκοινωνήτους ποιήσας. 34. tΠερὶ τῆς ὑποκρινομένης μωρίαν