Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
35.2.1
Οὗτος τριάκοντα πληρώσας ἔτη ἐγκεκλεισμένος καὶ διὰ θυρίδος λαμβάνων παρὰ τοῦ δια κονοῦντος αὐτῷ τὰς χρείας κατηξιώθη χαρίσματος προρ ρήσεων. Ἐν οἷς καὶ τῷ μακαρίῳ Θεοδοσίῳ τῷ βασιλεῖ διαφόρους ἀπέστειλε προρρήσεις, περί τε Μαξίμου τοῦ τυράννου, ὅτι νικήσας αὐτὸν ὑποστρέψει τῶν Γαλλίων· ὁμοίως δὲ καὶ περὶ Εὐγενίου τοῦ τυράννου εὐηγγελίσατο. Τούτου ἐξῆλθε φήμη πολλὴ ὡς ἐναρέτου.
35.3.1
Ὄντες οὖν ἡμεῖς ἐν τῇ ἐρήμῳ τῆς Νιτρίας, ἐγώ τε καὶ οἱ περὶ τὸν μακάριον Εὐάγριον, ἐζητοῦμεν μα θεῖν τὴν ἀκρίβειαν, τίς ἡ ἀρετὴ τοῦ ἀνδρός. Λέγει οὖν ὁ μακάριος Εὐάγριος·" Ἡδέως ἐμάνθανον παρά του εἰδότος δοκιμάζειν νοῦν καὶ λόγον, ποταπὸς εἴη ὁ ἀνήρ· ἐὰν γὰρ ἐγὼ αὐτὸς ἰδεῖν αὐτὸν μὴ δυνηθῶ, τὰ δὲ τῆς πολιτείας αὐτοῦ ἀκοῦσαι ἀκριβῶς δυνηθῶ ἄλλου διηγουμένου, οὐκ ἀπέρχομαι ἕως τοῦ ὄρους". Ἀκούσας ἐγὼ καὶ μηδενὶ μηδὲν εἰρηκὼς ἡσύχασα μίαν ἡμέραν· τὴν δὲ ἄλλην ἀπο κλείσας μου τὸ κέλλιον καὶ θεῷ παραθέμενος ἑαυτὸν καὶ αὐτὸ ἐσκύλην ἕως Θηβαΐδος.
35.4.1
Καὶ ἔφθασα δι' ἡμερῶν δεκαοκτώ, τὰ μὲν πεζεύσας, τὰ δὲ καὶ πλεύσας ἐν τῷ ποταμῷ. Ὁ καιρὸς δὲ ἦν τῆς ἀναβάσεως, ἐν ᾧ νοσοῦσι πολλοί· ὃ δὴ καὶ ὑπέστην. Ἀπελθὼν οὖν εὗρον αὐτοῦ κε κλεισμένον τὸ προεισοδικόν· ὕστερον γὰρ προσῳκοδόμησαν οἱ ἀδελφοὶ προεισοδικὸν μέγιστον, ἐν ᾧ χωροῦσιν ἄνδρες ὡς ἑκατόν· καὶ κλειδίῳ ἀποκλείοντες κατὰ σάββατον καὶ κυριακὴν ἤνοιγον. Μαθὼν οὖν τὴν αἰτίαν δι' ἣν ἐγκέ κλειστο, ἡσύχασα ἕως τοῦ σαββάτου. Καὶ παραγενόμενος ὥραν δευτέραν ἐν τῇ συντυχίᾳ εὗρον αὐτὸν ἐν τῇ θυρίδι παρακαθεζόμενον, δι' ἧς ἐδόκει παρακαλεῖν τοὺς παρα τυγχάνοντας.
35.5.1
Ἀσπασάμενος οὖν με ἔλεγε δι' ἑρ μηνέως·" Πόθεν εἶ, καὶ τί παραγέγονας; Στοχάζομαι γάρ σε τῆς συνοδίας εἶναι τῆς Εὐαγρίου". Εἶπον ὅτι" Ξένος ἐκ Γαλατίας ὡρμημένος"· ὡμολόγησα δὲ ὅτι καὶ τῆς ἑταιρείας Εὐαγρίου. Ἐν τῷ μεταξὺ λαλούντων ἡμῶν ἐπεισ ῆλθεν ὁ ἡγεμὼν τῆς χώρας, Ἀλύπιος ὀνόματι· ᾧ προσ δραμὼν ἀφῆκε τὴν ἐμὴν ὁμιλίαν. Ἀναχωρήσας οὖν ὀλίγον δέδωκα αὐτοῖς τόπον ἑστὼς πόρρωθεν. Ἐπὶ πολὺ δὲ συν ομιλούντων αὐτῶν ἠκηδίασα, καὶ ἀκηδιάσας κατεγόγγυσα τοῦ καλογήρου, ὡς ἐμοῦ μὲν καταφρονήσαντος τιμήσαντος δὲ ἐκεῖνον.
35.6.1
Καὶ ἐπὶ τούτῳ σιανθεὶς τὴν διάνοιαν ἐσκε πτόμην ἀναχωρῆσαι καταφρονήσας αὐτοῦ. Προσκαλεσά μενος δὲ τὸν ἑρμηνέα, Θεόδωρον ὀνόματι, λέγει αὐτῷ·" Ἄπελθε, εἰπὲ τῷ ἀδελφῷ ἐκείνῳ·" Μὴ μικροψύχει· ἄρτι ἀπολύω τὸν ἡγεμόνα καὶ λαλῶ σοι"". Ἔδοξα οὖν ὡς πνευμα τικῷ αὐτῷ προσσχὼν προσκαρτερεῖν. Καὶ ἐξελθόντος τοῦ ἡγεμόνος προσκαλεῖταί με καὶ λέγει μοι·" Διὰ τί ἐβλάβης κατ' ἐμοῦ; Τί ἄξιον βλάβης εὗρες, ὅτι ἐκεῖνα ἐλογίσω ἅπερ οὔτε ἐμοὶ πρόσεστιν οὔτε σοι ἔπρεπεν; Ἢ οὐκ οἶδας ὅτι γέγραπται·" Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες"; Σὲ ὅτε θέλω εὑρίσκω, καὶ σὺ ἐμέ.
35.7.1
Καὶ ἐὰν μὴ ἐγώ σε παρακαλέσω, ἄλλοι σε ἀδελφοὶ πα ρακαλοῦσι καὶ ἄλλοι πατέρες. Οὗτος δέ ἐστιν ἐκδεδομένος τῷ διαβόλῳ διὰ τῶν κοσμικῶν πραγμάτων, καὶ βραχεῖαν ἀναπνεύσας ὥραν, ὡς δραπετεύσας οἰκέτης δεσπότην, παρεγένετο ὠφεληθῆναι· ἄτοπον οὖν ἦν καταλείψαντας αὐτὸν σοὶ προσδιατρίψαι, σοῦ ἀδιαλείπτως τῇ σωτηρίᾳ σχολά ζοντος". Παρακαλέσας οὖν αὐτὸν εὔξασθαι ὑπὲρ ἐμοῦ ἐπληροφορήθην ὅτι ἀνὴρ ἦν πνευματικός.
35.8.1
Τότε χαριεν τιζόμενος τῇ δεξιᾷ χειρὶ εἰς τὴν ἀριστεράν μου σιαγόνα ἠρέμα κοσσίσας, λέγει μοι·" Πολλαί σε μένουσι θλίψεις, καὶ πολλὰ ἐπολεμήθης ἐξελθεῖν τῆς ἐρήμου· καὶ ἐδειλάνθης καὶ ὑπερέθου· Εὐλαβεῖς δέ σοι προφάσεις καὶ εὐλόγους φέρων ὁ δαίμων ἀναρριπίζει. Ὑπέθετο γάρ σοι καὶ τὴν τοῦ πατρός σου ἐπιθυμίαν, καὶ τὴν κατήχησιν τοῦ ἀδελφοῦ σου καὶ τῆς ἀδελφῆς εἰς τὸν μονήρη βίον.
35.9.1
Ἰδὲ οὖν σοι εὐαγγελίζομαι· Ἀμφότεροι ἐσώθησαν· ἀπετάξαντο γάρ. Καὶ ὁ πατήρ σου ζῆσαι ἔχει ἀκμὴν ἄλλα ἔτη. Ἐγκαρτέρει οὖν ἐν τῇ ἐρήμῳ, καὶ μὴ τούτων χάριν θελήσῃς ἀπελθεῖν ἐν τῇ πατρίδι σου· γέγραπται γάρ·" Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν"." Ὠφεληθεὶς οὖν ἐκ τῶν ῥημάτων τούτων καὶ στυφθεὶς ἱκανῶς, ηὐχαρίστησα τῷ θεῷ τὰς ἐλαυνούσας με προφάσεις ἠνυσμένας μαθών.
35.10.1
Εἶτα πάλιν λέγει μοι χαριεντιζόμενος·" Θέλεις ἐπίσκοπος γενέσθαι;" Εἶπον αὐτῷ ὅτι" Εἰμί". Καὶ λέγει μοι·" Ποῦ;" Εἶπον ὅτι" Εἰς τὰ μαγειρεῖα, εἰς τὰ καπηλεῖα, εἰς τὰς τραπέζας, εἰς τὰ κεράμια· ἐπισκοπῶ αὐτά, καὶ ἐὰν ᾖ οἰνάριον ὄξινον ἀφορίζω αὐτό, τὸ δὲ χρη στὸν πίνω· ὁμοίως ἐπισκοπῶ καὶ τὴν χύτραν, καὶ ἐὰν λείπῃ ἅλας ἤ τι τῶν ἀρτυμάτων βάλλω καὶ ἀρτύω, καὶ οὕτως αὐτὴν ἐσθίω. Αὕτη μού ἐστιν ἡ ἐπισκοπή· ἐχειροτόνησε γάρ με ἡ γαστριμαργία".
35.11.1
Λέγει μοι οὗτος μειδιάσας·" Ἄφες τὰ παίγνια· ἐπίσκοπος ἔχεις χειροτονηθῆναι καὶ πολλὰ καμεῖν καὶ θλιβῆναι· εἰ τοίνυν φεύγεις τὰς θλίψεις, μὴ ἐξέλθῃς τῆς ἐρήμου· ἐν γὰρ τῇ ἐρήμῳ ἐπίσκοπόν σε οὐδεὶς ἔχει χειροτονῆσαι". Ἀναχωρήσας οὖν αὐτοῦ ἦλθον ἐπὶ τὴν ἔρημον εἰς τὸν τόπον μου τὸν συνήθη, αὐτὰ ταῦτα διηγησάμενος τοῖς μακαρίοις πατράσιν· οἵτινες μετὰ δύο μῆνας πλεύσαντες ἦλθον καὶ συνέτυχον αὐτῷ. Ἐγὼ δὲ τῶν ῥημάτων αὐτοῦ ἐπελαθόμην. Μετὰ γὰρ τρία ἔτη ἠρρώστησα ἀρρωστίαν τὴν ἀπὸ σπληνὸς καὶ στομάχου· 35. 12 ἐκεῖθεν ἀπεστάλην ἐπὶ τὴν Ἀλεξάνδρειαν παρὰ τῶν ἀδελφῶν, ὕδρωπα μελετήσας. Ἀπὸ τῆς Ἀλεξανδρείας συμβουλεύσαντες οἱ ἰατροί, τῶν ἀέρων ἕνεκεν, καταλαμβάνειν με τὴν Παλαιστίνην· ἔχει γὰρ λεπτοὺς ἀέρας, ὡς πρὸς τὴν κρᾶσιν τὴν ἡμετέραν· ἀπὸ τῆς Παλαιστίνης κατέλαβον τὴν Βιθυνίαν· καὶ ἐν ταύτῃ– οὐκ οἶδα πῶς, εἴτε ἐξ ἀνθρωπίνης σπουδῆς, εἴτε ἐξ εὐδοκίας τοῦ κρείττονος· θεὸς ἂν εἰδείη– κατηξιώθην τῆς ὑπὲρ ἐμὲ χειροτονίας κοινωνήσας τῇ περιστάσει τῇ κατὰ τὸν μακάριον Ἰωάννην· 35. 13 καὶ ἐπὶ ἕνδεκα μῆνας ἐν ζοφερῷ κελλίῳ κρυπτόμενος ἐμνήσθην τοῦ μακαρίου ἐκείνου, ὅτι ταῦτά μοι προειρήκει ἅπερ ὑπέστην. Καὶ τοῦτο δέ μοι διηγεῖτο ὡς ὀφείλων με διὰ τοῦ διηγήματος ἀγαγεῖν εἰς ὑπομονὴν τῆς ἐρήμου, ὅτι" Τεσσαρακοντα οκτὼ ἔτη ἔχω ἐν τῇ κέλλῃ ταύτῃ· οὐ γυναικὸς πρόσωπον εἶδον, οὐ νομίσματος ἰδέαν· οὐ μασώμενόν τινα εἶδον· οὐκ ἐσθίοντα, οὐ πίνοντά με εἶδέ τις".
35.14.1
Οὗτος καὶ τῇ δούλῃ τοῦ θεοῦ Ποιμενίῃ παραβα λούσῃ ἱστορίας χάριν οὐ συντετύχηκε μέν, ἐδήλωσε δὲ αὐτῇ τινὰ καὶ τῶν ἀπορρήτων. Παρήγγειλε δὲ αὐτῇ κατ ερχομένῃ ἀπὸ Θηβαΐδος μὴ ἐκνεῦσαι εἰς τὴν Ἀλεξάνδρειαν," Ἐπεὶ πειρασμοῖς ἔχεις περιπεσεῖν". Ἡ δὲ παραλογισαμένη ἢ ἐπιλαθομένη ἐξένευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἱστορῆσαι τὴν πόλιν. Κατὰ δὲ τὴν ὁδὸν πλησίον Νικίους τῆς πόλεως παρέβαλεν αὐτῆς τὰ πλοῖα ἀναπαύσεως χάριν.
35.15.1
Ἐξελθόντες οὖν οἱ παῖδες ἐξ ἀταξίας τινὸς συνέ βαλον μάχην μετὰ τῶν ἐπιχωρίων, ἀνδρῶν ἀπονενοημένων· οἵτινες ἑνὸς μὲν εὐνούχου δάκτυλον ἦραν, ἄλλον δὲ ἐφό νευσαν, Διονύσιον δὲ τὸν ἁγιώτατον ἐπίσκοπον καὶ εἰς τὸν ποταμὸν ἔβαψαν ἀγνοήσαντες, κἀκείνην αὐτὴν λοιδορίαις καὶ ἀπειλαῖς συνέτριψαν, τοὺς λοιποὺς πάντας τραυματί σαντες παῖδας. 36. tΠερὶ Ποσειδωνίου 36. 1 Τὰ κατὰ Ποσειδώνιον τὸν Θηβαῖον πολλὰ μὲν καὶ δυσδιήγητα, πῶς τε ἦν πραῢς καὶ ὅπως ἀσκητικώ τατος, καὶ πόσην τινὰ εἶχεν ἐν ἑαυτῷ τὴν ἀκακίαν, οὐκ οἶδα εἰ συντετύχηκά τινι. Συνέζησα γὰρ τούτῳ ἐπὶ ἔτος ἓν ἐν Βηθλεὲμ ὁπηνίκα ἐκαθέσθη ἐπέκεινα τοῦ Ποιμενίου, καὶ πολλὰς αὐτοῦ κατεῖδον ἀρετάς· 36. 2 ἐν οἷς μοι αὐτὸς διηγεῖτο μιᾶς τῶν ἡμερῶν ὅτιπερ" Εἰς τὸν Πορφυρίτην τόπον οἰκήσας ἔτος ἓν ἀνθρώπῳ οὐ συντετύχηκα ὅλῳ τῷ ἔτει, οὐχ ὁμιλίας ἀκήκοα, οὐκ ἄρτου ἡψάμην· ἀλλ' ἢ βρα χέσι φοινικίοις διεγενόμην καὶ εἴ που βοτάνας εὗρον ἀγρίας. Ἐν οἷς ποτὲ ἐκλειπόντων μου τῶν βρωμάτων, ἐξῆλθον τοῦ σπηλαίου ἐπὶ τὸ ἐλθεῖν εἰς τὴν οἰκουμένην.