Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
36.3.1
Καὶ περιπατήσας διὰ πάσης τῆς ἡμέρας μόλις ἀπέσχον τοῦ σπηλαίου σημεῖα δύο. Περιβλεψάμενος οὖν ὁρῶ ἱππέα στρα τιώτου ἔχοντα σχῆμα, τιαρηφόρον κράνος ἔχοντα ἐπὶ τῆς κεφαλῆς· καὶ προσδοκήσας αὐτὸν εἶναι στρατιώτην ὥρμησα ἕως τοῦ σπηλαίου, καὶ εὗρον κάρταλον σταφυλῶν καὶ συκῶν νεαροτμήτων· ὃν λαβὼν καὶ περιχαρὴς γενόμενος εἰσῆλθον εἰς τὸ σπήλαιον, ἐπὶ μῆνας δύο ἔχων ἐκεῖνα τὰ βρώματα παραμυθίαν".
36.4.1
Τοῦτο δὲ πεποίηκε τὸ θαῦμα ἐν Βηθλεέμ· γυνή τις ἐγκύμων πνεῦμα εἶχεν ἀκάθαρτον, καὶ ἐν αὐτῷ τῷ μέλλειν γεννᾶν ἐδυστόκει, τοῦ πνεύματος συντρίβοντος αὐτήν. Τῆς γυναικὸς οὖν δαιμονιζομένης ὁ ἀνὴρ αὐτῆς ἐπέστη καὶ παρεκάλει τὸν ἅγιον ἐκεῖνον παρα γενέσθαι. Εἰσελθόντων οὖν ἡμῶν ἅμα εὔξασθαι, στὰς καὶ προσευξάμενος μετὰ δευτέραν γονυκλισίαν ἐξέβαλε τὸ πνεῦμα.
36.5.1
Ἀναστὰς οὖν λέγει ἡμῖν·" Εὔξασθε, ἄρτι γὰρ ἐξελαύνει τὸ πνεῦμα τὸ ἀκάθαρτον· σημεῖον δέ τι ἔχει ὑπάρξαι ἵνα πληροφορηθῶμεν". Ἐξερχόμενος οὖν ὁ δαίμων ἀπὸ θεμελίου τὸν τοῖχον τῆς αὐλῆς ὅλον ἔβαλε κάτω. Ἦν δὲ τὸ γύναιον ἑξαετίαν μὴ λαλῆσαν· μετὰ οὖν τὸ ἐξελθεῖν τὸν δαίμονα ἔτεκε καὶ ἐλάλησεν.
36.6.1
Τοῦ ἀνδρὸς τούτου καὶ προφητείαν ἔγνων ταύτην· Ἱερώνυμός τις πρεσβύτερος ᾤκει εἰς τοὺς τόπους ἐκεί νους, ἀρετῇ λόγων ῥωμαϊκῶν κεκοσμημένος καὶ εὐφυίᾳ· τοσαύτην δὲ εἶχε βασκανίαν ὡς ὑπὸ ταύτης καλύπτεσθαι τῶν λόγων τὴν ἀρετήν. Συγχρονίσας οὖν αὐτῷ ὁ Ποσει δώνιος ἡμέρας πλείους λέγει μοι πρὸς τὸ οὖς ὅτι" Ἡ μὲν ἐλευθέρα Παῦλα, ἡ φροντίζουσα αὐτοῦ, προτελευτήσει, ἀπαλ λαγεῖσα αὐτοῦ τῆς βασκανίας, ὡς οἶμαι.
36.7.1
Χάριν δὲ τούτου τοῦ ἀνδρὸς οὐ μὴ οἰκήσει ἅγιος ἀνὴρ εἰς τοὺς τόπους τούτους, ἀλλὰ φθάσει αὐτοῦ ὁ φθόνος καὶ μέχρι τοῦ ἰδίου ἀδελφοῦ". Ἐν οἷς καὶ συνέβη τὸ πρᾶγμα. Καὶ γὰρ καὶ Ὀξυπερέντιον τὸν μακάριον ἤλασε τὸν Ἰταλόν, καὶ Πέτρον ἄλλον τινὰ Αἰγύπτιον, καὶ Συμεῶνα, θαυμασίους ἄνδρας, οὓς τέως ἐγὼ ἐπεσημηνάμην. Οὗτός μοι διηγεῖτο ὁ Ποσει δώνιος ὡς ἄρτου πεῖραν μὴ ἔχων ἀπὸ ἔτους τεσσαρακοστοῦ, μήτε μὴν μνησικακήσας τινὶ μέχρι ἡμισείας ἡμέρας. 37. tΠερὶ Σαραπίωνοσ 37. 1 Ἄλλος Σαραπίων τις γέγονεν, ἐπεκέκλητο δὲ σιν δόνιος, παρεκτὸς γὰρ σινδονίου οὐδέποτε οὐδὲν περιεβάλ λετο· ὃς πολλὴν ἐξήσκησεν ἀκτημοσύνην, εὐγράμματος δὲ ὢν ἀπεστήθιζε πάσας τὰς γραφάς· καὶ ἀπὸ πολλῆς ἀκτη μοσύνης καὶ μελέτης γραφῶν οὐδὲ ἠρεμῆσαι ἴσχυσεν ἐν κελ λίῳ, μὴ περισπώμενος ὕλῃ, ἀλλὰ περιερχόμενος τὴν οἰκου μένην ταύτην κατώρθωσε τὴν ἀρετήν· ταύτης γὰρ ἐγεγόνει καὶ τῆς φύσεως· διαφοραὶ γάρ εἰσιν φύσεων, οὐκ οὐσιῶν.