Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
37.2.1
Διηγοῦντο οὖν οἱ πατέρες ὅτι λαβών τινα συμπαίκτην ἀσκητὴν πέπρακεν ἑαυτὸν μίμοις Ἕλλησιν ἐν πόλει τινὶ εἴκοσι νομισμάτων. Καὶ σφραγίσας τὰ νομίσματα ἐφύλαττε παρ' ἑαυτῷ. Ἐπὶ τοσοῦτον οὖν παρέμεινε καὶ ἐδούλευσε τοῖς ἀγοράσασιν αὐτὸν μίμοις μέχρις οὗ καὶ χριστιανοὺς αὐτοὺς ἐποίησε καὶ τοῦ θεάτρου ἀπέστησε, παρεκτὸς ἄρτου καὶ ὕδατος οὐδενὸς λαμβάνων, οὐδὲ ἡσυχάζων τῷ στόματι ἀπὸ μελέτης γραφῶν.
37.3.1
Τῷ μακρῷ χρόνῳ πρῶτος κατε νύγη ὁ ἀνήρ, εἶτα ἡ μιμάς, εἶτα ὁ σύμπας οἶκος αὐτῶν. Ἐλέγετο δὲ ὅτι εἰς ὅσον αὐτὸν ἠγνόουν ἀμφοτέρων ἔνιπτε τοὺς πόδας. Ἀμφότεροι οὖν βαπτισθέντες ἀπέστησαν τοῦ θεατρίζειν, καὶ ἐπὶ τὸν σεμνὸν καὶ θεοσεβῆ ἐλάσαντες βίον σφόδρα ᾐδοῦντο τὸν ἄνδρα καὶ λέγουσιν αὐτῷ·" Δεῦρο, ἄδελφε, ἐλευθερώσωμέν σε, ἐπειδὴ αἰσχρᾶς ἡμᾶς δουλείας ἠλευθέρωσας αὐτός". Λέγει αὐτοῖς·" Ἐπειδὴ ἐνήργησεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχή, εἴπω ὑμῖν τὸ μυστήριον τοῦ δράματος· 37. 4 ἐγὼ κατοικτειρήσας ὑμῶν τὴν ψυχήν, ἐλεύθερος ὢν ἀσκητὴς τῷ γένει Αἰγύπτιος, τούτου χάριν πέπρακα ἐμαυτὸν ἵνα σώσω ὑμᾶς. Ἐπειδὴ δὲ τοῦτο πε ποίηκεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχὴ διὰ τῆς ἐμῆς τα πεινώσεως, λάβετε ὑμῶν τὸν χρουσὸν ἵνα ἀπέλθω καὶ ἄλλοις βοηθήσω". Οἱ δὲ πολλὰ παρακαλέσαντες αὐτὸν καὶ διαβε βαιωσάμενοι ὅτι" Ὡς πατέρα σε ἕξομεν καὶ δεσπότην, μόνον μεῖνον μεθ' ἡμῶν"· οὐκ ἴσχυσαν αὐτὸν πεῖσαι. Τότε λέγουσιν αὐτῷ·" Δὸς τὸ χρυσίον πτωχοῖς, ἀρραβὼν γὰρ ἡμῖν γέγονε σωτηρίας· ἀλλὰ κἂν δι' ἐνιαυτοῦ ἡμᾶς ὅρα".
37.5.1
Οὗτος ταῖς συνεχέσιν ἀποδημίαις κατήντησεν εἰς Ἑλ λάδα, καὶ διατρίψας τριῶν ἡμερῶν ἐν Ἀθήναις οὐκ ἠξιώθη παρά τινος ἄρτου· οὔτε γὰρ κέρμα ἐβάσταζεν, οὐ πήραν, οὐ μηλωτήν, οὐδὲν τῶν τοιούτων. Τετάρτης οὖν ἐπιλαβομένης ἡμέρας σφόδρα ἐπείνασε· δεινὴ γὰρ ἡ ἀκούσιος πεῖνα, συνή γορον ἔχουσα τὴν ἀπιστίαν. Καὶ στὰς ἐπὶ γεωλόφου τῆς πόλεως, ἔνθα οἱ ἐν τέλει ἦσαν συναθροιζόμενοι τῆς πόλεως, ἤρξατο ἀποδύρεσθαι βίαν μετὰ κρότου χειρῶν καὶ κράζειν·" Ἄνδρες Ἀθηναῖοι, βοηθεῖτε".
37.6.1
Καὶ προσδραμόντες ἅπαντες, τριβωνοφόροι τε καὶ βιρροφόροι, λέγουσιν αὐτῷ·" Τί ἔχεις; Καὶ πόθεν εἶ; Καὶ τί πάσχεις;" Λέγει αὐτοῖς·" Τῷ μὲν γένει εἰμὶ Αἰγύπτιος· ἀφ' οὗ δὲ τῆς ἀληθινῆς μου πατρίδος ἀπέστην τρισὶ δανεισταῖς περιέπεσα· καὶ οἱ μὲν δύο μου ἀπηλλάγησαν πληρωθέντες τὸ χρέος, οὐκ ἔχοντες ὃ ἐγκαλέσουσιν· ὁ δὲ εἷς μου οὐκ ἀπαλλάττεται". Φιλο πραγμονοῦντες οὖν ἐκεῖνοι τοὺς δανειστὰς ἵνα αὐτοὺς πλη ροφήσωσιν, ἠρώτων αὐτόν·" Ποῦ εἰσί, καὶ τίνες εἰσί; Τίς ἐστιν ὁ ὀχλῶν σοι; δεῖξον ἡμῖν αὐτὸν ἵνα σοι βοηθήσωμεν".
37.7.1
Τότε λέγει αὐτοῖς·" Ὤχλησάν μοι ἐκ νεότητος φιλαρ γυρία καὶ γαστριμαργία καὶ πορνεία· τῶν δύο ἀπηλλάγην, φιλαργυρίας καὶ πορνείας· οὐκέτι μοι ὀχλοῦσι· γαστριμαργίας δὲ ἀπαλλαγῆναι οὐ δύναμαι. Τετάρτην γὰρ ἔχω ἡμέραν μὴ φαγών, καὶ παραμένει μοι ὀχλοῦσα ἡ γαστὴρ καὶ ζητοῦσα τὸ σύνηθες χρέος οὗ ἄνευ ζῆσαι οὐ δύναμαι". Τότε τινὲς τῶν φιλοσόφων ὑπονοήσαντες εἶναι αὐτὸ σκηνήν, διδόασιν αὐτῷ νόμισμα· καὶ δεξάμενος ἔθηκεν ἐν ἀρτοπωλείῳ, καὶ λαβὼν ἕνα ἄρτον ἀνεχώρησε παραχρῆμα ὁδεύσας τῆς πόλεως καὶ μηκέτι ὑποστρέψας εἰς αὐτήν.
37.8.1
Τότε ἔγνωσαν οἱ φιλόσοφοι ὅτι ἀληθῶς ἐνάρετος ἦν, καὶ δόντες τῷ ἀρτο πώλῃ τὴν τιμὴν τοῦ ἄρτου ἔλαβον τὸ νόμισμα. Ἐλθὼν δὲ εἰς τοὺς περὶ Λακεδαίμονας τόπους ἤκουσέ τινα τῶν πρώ των τῆς πόλεως Μανιχαῖον εἶναι ἅμα παντὶ τῷ οἴκῳ αὐτοῦ, ἐνάρετον ὄντα τὰ ἄλλα. Τούτῳ πάλιν πέπρακεν ἑαυτὸν κατὰ τὸ πρῶτον δρᾶμα· καὶ ἐντὸς δύο ἐτῶν ἀποστήσας αὐτὸν τῆς αἱρέσεως καὶ τὴν τούτου ἐλευθέραν προσήγαγε τῇ ἐκ κλησίᾳ. Τότε αὐτὸν ἀγαπήσαντες οὐκέτι ὡς οἰκέτην ἀλλ' ὡς γνήσιον ἀδελφὸν ἢ πατέρα εἶχον καὶ ἐδόξαζον τὸν θεόν.
37.9.1
Οὗτος ἔβαλεν ἑαυτόν ποτε εἰς πλοῖον ὡς ὀφείλοντα πλεῦσαι ἐπὶ τὴν Ῥώμην· οἱ ναυτικοὶ ὑπονοήσαντες ὅτι ἢ δαπάνας εἰσήνεγκεν ἢ ἐν χρυσῷ κέκτηται τὰ ἀναλώματα, ἀπεριέργως αὐτὸν ἐδέξαντο, ἄλλος ἄλλον νομίσαντες εἰληφέ ναι αὐτοῦ τὰ σκεύη. Ἐν τῷ ἀποπλεῦσαι αὐτοὺς καὶ γενέσθαι ἀπὸ σταδίων πεντακοσίων Ἀλεξανδρείας ἤρξαντο οἱ ἐπι βάται περὶ δυσμὰς ἡλίου ἐσθίειν, τῶν ναυτικῶν προφαγόν των.
37.10.1
Εἶδον οὖν αὐτὸν ὅτι οὐκ ἐσθίει τὴν πρώτην ἡμέραν, καὶ προσεδόκησαν διὰ τὸν πλοῦν· ὁμοίως καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην, καὶ τὴν τετάρτην. Τῇ πέμπτῃ ἡμέρᾳ βλέπουσιν αὐτὸν καθεζόμενον ἡσυχῇ ἐν τῷ πάντας ἐσθίειν, καὶ λέγουσιν αὐτῷ·" Διὰ τί οὐκ ἐσθίεις, ἄνθρωπε;" Λέγει αὐτοῖς·" Ὅτι οὐκ ἔχω". Περιειργάσαντο οὖν πρὸς ἀλλήλους·" Τίς αὐτοῦ ἔλαβε τὰ σκεύη ἢ τὰ ἀναλώματα;" 37. 11 Καὶ ὡς εὗρον ὅτι οὐδείς, ἤρξαντο διαμάχεσθαι αὐτῷ καὶ λέγειν·" Πῶς εἰσῆλθες ἄνευ ἀναλωμάτων; Πόθεν ἡμῖν ἔχεις δοῦναι τὸ ναῦλον; Ἢ πόθεν ἔχεις τραφῆναι;" Λέγει αὐτοῖς·" Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἀπενέγκατέ με καὶ ῥίψατε ὅπου με εὕρατε". Ἐκεῖνοι δὲ οὐδὲ ἑκατὸν χρυσίνων ἡδέως ἂν ἔλυον, ἀλλ' ἤνυον τὸν σκοπὸν αὐτῶν. Οὕτως οὖν ἦν ἐν τῷ πλοίῳ καὶ εὑρέθησαν τρέφοντες αὐτὸν ἕως Ῥώμης.
37.12.1
Ἐλθὼν οὖν ἐν τῇ Ῥώμῃ περιειργάζετο τίς εἴη μέγας ἀσκητὴς ἢ ἀσκήτρια ἐν τῇ πόλει. Ἐν οἷς περιέτυχε καὶ Δομνίνῳ τινὶ μαθητῇ Ὠριγένους, οὗ ἡ κλίνη μετὰ θάνατον νοσοῦντας ἰάσατο. Περιτυχὼν οὖν αὐτῷ καὶ ὠφεληθεὶς παρ' αὐτοῦ, ἀνὴρ γὰρ ἦν τετορνευμένος ἔν τε ἤθει καὶ γνώσει, μαθὼν παρ' αὐτοῦ τίς ἄλλος εἴη, ἀσκητὴς ἢ ἀσκήτρια, ἔγνω περὶ ἡσυχαζούσης τινὸς παρθένου ἥτις οὐδενὶ συνετύγχανε.
37.13.1
Καὶ μαθὼν ποῦ μένει ἀπῆλθε καὶ λέγει τῇ ὑπηρετούσῃ αὐτῇ γραΐδι·" Εἶπον τῇ παρθένῳ ὅτι" Ἀναγκαίως σοι ἔχω συντυχεῖν, ὁ θεὸς γάρ με ἀπέστειλε"". Παραμείνας οὖν δύο ἢ τρεῖς ἡμέρας ὕστερον αὐτῇ συνέτυχε καὶ λέγει αὐτῇ·" Τί καθέζῃ;" Λέγει αὐτῷ·" Οὐ καθέζομαι ἀλλὰ ὁδεύω". Λέγει αὐτῇ·" Ποῦ ὁδεύεις;" Λέγει αὐτῷ·" Πρὸς τὸν θεόν". Λέγει αὐτῇ·" Ζῇς ἢ ἀπέθανες;" Λέγει αὐτῷ·" Πιστεύω εἰς τὸν θεὸν ὅτι ἀπέθανον· ζῶν γὰρ σαρκί τις οὐ μὴ ὁδεύσῃ". Λέγει αὐτῇ·" Οὐκοῦν ἵνα με πληροφορήσῃς ὅτι ἀπέθανες ποίησον ὃ ποιῶ". Λέγει αὐτῷ·" Δυνατά μοι ἐπίταξον καὶ ποιῶ".
37.14.1
Ἀπεκρίνατο αὐτῇ·" Νεκρῷ πάν τα ἐστὶ δυνατά, παρεκτὸς τοῦ ἀσεβῆσαι". Τότε λέγει αὐτῇ·" Ἔξελθε καὶ πρόελθε". Ἀπεκρίνατο αὐτῷ ἐκείνη·" Εἰκοστὸν πέμπτον ἔτος ἔχω καὶ οὐ προῆλθον· καὶ ἵνα τί προέλ θω;" Λέγει αὐτῇ·" Εἰ ἀπέθανες τῷ κόσμῳ καί σοι ὁ κόσ μος, ταὐτόν σοί ἐστι καὶ προελθεῖν καὶ μὴ προελθεῖν· πρόελθε οὖν". Προῆλθε· καὶ μετὰ τὸ προελθεῖν αὐτὴν ἔξω καὶ ἐλθεῖν ἕως ἐκκλησίας τινὸς λέγει αὐτῇ ἐν τῇ ἐκκλησίᾳ·" Οὐκοῦν εἰ θέλεις με πληροφορῆσαι ὅτι ἀπέθανες καὶ οὐκέτι ζῇς ἀνθρώποις ἀρέσκουσα, ποίησον ὃ ποιῶ, καὶ οἶδα ὅτι ἀπέθανες.
37.15.1
Ἐκδυσαμένη κατ' ἐμὲ πάντα σου τὰ ἱμάτια ἐπὶ τῶν ὤμων θὲς καὶ πάρελθε μέσην τὴν πόλιν ἐμοῦ προ λαμβάνοντος τῷ σχήματι τούτῳ". Λέγει αὐτῷ ἐκείνη·" Σκανδαλίζω πολλοὺς ἐπὶ τῷ ἀσχήμῳ τοῦ πράγματος, καὶ ἔχουσι λέγειν ὅτι Ἐξέστη καὶ δαιμονιῶσά ἐστιν". Ἀπεκρίθη αὐτῇ·" Καί σοι τί μέλει ἐὰν εἴπωσιν ὅτι Ἐξέστη καὶ δαιμονιῶσά ἐστι; Σὺ γὰρ αὐτοῖς ἀπέθανες". Τότε λέγει αὐτῷ ἐκείνη·" Εἴ τι ἄλλο θέλεις ποιῶ· εἰς τοῦτο γὰρ τὸ μέτρον οὐδὲ εὔχομαι ἐλθεῖν".
37.16.1
Τότε λέγει αὐτῇ·" Ἴδε οὖν μηκέτι μέγα φρόνει ἐπὶ σεαυτῇ ὡς πάντων εὐλαβεστέρα καὶ ἀποθανοῦσα τῷ κόσμῳ· ἐγὼ γάρ σου νεκρότερός εἰμι, καὶ ἔργῳ δείκνυμι ὅτι ἀπέθανον τῷ κόσμῳ· ἀπαθῶς γὰρ καὶ ἀνεπαισχύντως τοῦτο ποιῶ". Τότε καταλείψας αὐτὴν ἐν ταπεινοφροσύνῃ καὶ κλάσας αὐτῆς τὸν τῦφον ἀνεχώρησε. Πολλὰ δέ ἐστι καὶ ἄλλα ἃ πεποίηκε θαυμαστὰ πράγματα τὰ συντείνοντα εἰς ἀπάθειαν. Οὗτος τελευτᾷ ἑξηκοστὸν ἄγων ἔτος τῆς ἡλικίας, ἐν αὐτῇ τῇ Ῥώμῃ ταφείς. 38. tΠερὶ Εὐαγρίου 38. 1 Τὰ κατὰ Εὐάγριον τὸν ἀοίδιμον διάκονον, ἄνδρα βεβιωκότα κατὰ τοὺς ἀποστόλους, οὐ δίκαιον ἡσυχάσαι, ἀλλὰ ταῦτα γραφῇ παραδοῦναι εἰς οἰκοδομὴν τῶν ἐντυγχα νόντων καὶ δόξαν τῆς ἀγαθότητος τοῦ σωτῆρος ἡμῶν, ἄξιον ἡγησάμενος ἄνωθεν ἐκτιθέναι, πῶς τε ἦλθεν ἐπὶ τὸν σκοπόν, καὶ ὅπως αὐτὸν ἐξασκήσας ἀξίως τελευτᾷ πεντήκοντα τεσ σάρων ἐτῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸ γεγραμμένον·" Ἐν ὀλίγῳ χρόνῳ ἐπλήρωσεν ἔτη πολλά".