Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.3.1
Ἀχθεῖσα δὲ πρὸ τοῦ βήματος διαφόροις ὀργάνοις τιμωρητικοῖς ἐπυργομαχεῖτο τὴν γνώμην. Ἐν οἷς ὀργάνοις καὶ λέβητα μέγαν πλήσας πίσσης ἐκέλευσεν ὑποκαίεσθαι ὁ δικαστής. Βραζούσης οὖν τῆς πίσσης καὶ σφοδρῶς ἐκκαιομένης, προέτεινεν αὐτῇ·" Ἢ ἄπελθε, ὑποτάγηθι τοῖς θελήμασι τοῦ δεσπότου σου· ἢ ἵνα εἰδῇς ὅτι ἐν τῷ λέβητί σε καταγγισθῆναι κελεύω". Ἡ δὲ ἀπεκρίνατο λέγουσα·" Μὴ γένοιτό ποτε τοιοῦτος δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι".
3.4.1
Ἀπομανεὶς οὖν ἐκεῖ νος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα·" Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ, εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω, κατὰ μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι, ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς". Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε, φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς. 4. tΠερὶ Διδύμου 4. 1 Πλεῖστοι μὲν οὖν ὅσοι καὶ ὅσαι ἐτελειώθησαν ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ἄξιοι τῆς γῆς τῶν πραέων. Ἐν οἷς καὶ Δίδυμος ὁ συγγραφεύς, ὁ ἀπὸ ὀμμάτων γενόμενος· οὗ καὶ συντυχίας ἔσχηκα τέσσαρας ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἀπερχόμενος ἐπὶ δέκα ἔτη. Τελευτᾷ γὰρ ἐτῶν ὀγδοή κοντα πέντε. Οὗτος ἀπὸ ὀμμάτων ὑπῆρχεν, ὡς αὐτός μοι διηγήσατο, τετραέτης τὰς ὄψεις ἀποβαλών, μήτε γράμματα μεμαθηκὼς μήτε διδασκάλοις φοιτήσας· 4. 2 εἶχε γὰρ τὸν κατὰ φύσιν διδάσκαλον ἐρρωμένον, τὸ ἴδιον συνειδός· ὃς τοσαύτῃ χάριτι ἐκεκόσμητο γνώσεως ὡς καθ' ἱστορίαν πληροῦσθαι ἐπ' αὐτῷ τὸ γεγραμμένον·" Κύριος σοφοῖ τυφλούς". Παλαιὰν γὰρ καὶ καινὴν διαθήκην ἡρμήνευσε κατὰ λέξιν· τῶν δὲ δογμάτων οὕτως ἐπεμελήθη, λεπτῶς καὶ ὀχυρῶς ἐκθέμενος τὸν περὶ αὐτῶν λόγον, ὡς πάντας ὑπερβάλλειν τοὺς ἀρχαίους ἐν γνώσει.

Intertext edge

Open linked passage

Note