Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
40.3.1
Λέγουσιν αὐτῷ·" Ἄνθρωπόν σε οἴδαμεν θεοῦ"." Οὐκοῦν ἐμοί, φησίν, ἐμπιστεύσατε· ἰδοὺ δι' ὑμᾶς χειροτονῶ ἐμαυτὸν ξενοδόχον." Καὶ λαβὼν ἀργύ ρια καὶ διαφράξας τοὺς ἐμβόλους καὶ στήσας κλίνας ὡς τριακοσίας ἐνοσοκόμει τοὺς λιμώττοντας, τοὺς μὲν ἐκλιμ πάνοντας θάπτων, τοὺς δὲ ἐλπίδα ἔχοντας ζωῆς νοσοκο μῶν, καὶ ἁπλῶς πᾶσι τοῖς ἐπιχωριάζουσι τοῦ λιμοῦ ἕνεκεν ξενοδοχίαν καὶ ὑπηρεσίαν καθ' ἡμέραν παρέχων ἐκ τῶν χορηγουμένων αὐτῷ.
40.4.1
Πληρωθέντος οὖν τοῦ ἐνιαυτοῦ καὶ διαδεξαμένης τῆς εὐθηνίας καὶ πάντων οἴκοι πορευο μένων, μηκέτι ἔχων ὃ πράξει εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ κέλλαν καὶ ἐτελεύτησε μετὰ μῆνα, τοῦ θεοῦ παρασχόντος αὐτῷ τὴν ἀφορμὴν ταύτην στεφάνου τρόπον εἰς τὰ ἔσχατα αὐτοῦ. Κατέλιπε δὲ καὶ συντάγματα ὧν τὰ πλεῖστα σπουδῆς ἄξια. 41. tΠερὶ γυναικῶν ἁγίων 41. 1 Ἀναγκαῖον δέ ἐστι καὶ γυναικῶν ἀνδρείων μνη μονεῦσαι ἐν τῷ βιβλίῳ, αἷς καὶ ὁ θεὸς τὰ ἴσα τοῖς ἀνδράσι τῶν ἄθλων ἐχαρίσατο, ὑπὲρ τοῦ μὴ προφασίζεσθαι αὐτὰς ὡς ἀσθενεστέρας οὔσας πρὸς κατόρθωσιν τῆς ἀρετῆς. Πολλὰς μὲν οὖν ἑώρακα, καὶ πολλαῖς ἀστείαις συντετύχηκα παρθένοις τε καὶ χήραις· 41. 2 [ἐν αἷς καὶ Παύλῃ τῇ Ῥωμαίᾳ τῇ μητρὶ Τοξοτίου, γυναικὶ εἰς τὴν πνευματικὴν πολιτείαν ἀστειοτάτῃ· ἧς ἐμπόδιον γέγονεν Ἱερώνυμός τις ἀπὸ Δαλ ματίας· δυναμένην γὰρ αὐτὴν ὑπερπτῆναι πασῶν, εὐφυεστάτην οὖσαν, προσενεπόδισε τῇ ἑαυτοῦ βασκανίᾳ ἑλκύσας αὐτὴν πρὸς τὸν ἴδιον αὐτοῦ σκοπόν. Ἧς θυγάτηρ ἐστί, καὶ νῦν ἀσκεῖται, Εὐστόχιον ὀνόματι ἐν Βηθλεέμ· ἧς ἐγὼ ἐν συν τυχίᾳ οὐ γέγονα, λέγεται δὲ σφόδρα εἶναι σωφρονεστάτη, συνοδίαν ἔχουσα πεντήκοντα παρθένων.