Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.3.1
Ἔγνων δὲ καὶ Βενερίαν τὴν Βαλλοβίκου τοῦ κό μητος, καλῶς διασκορπίσασαν τὸ τῆς καμήλου φορτίον, καὶ ἀπαλλαγεῖσαν τῶν ἐκ τῆς ὕλης τραυμάτων· καὶ Θεο δώραν τὴν τοῦ τριβούνου, τὴν ἐπὶ τοσοῦτον ἀκτημοσύνης ἐλάσασαν ὡς ἐλεημοσύνην λαβοῦσαν οὕτω τελευτῆσαι ἐν τῷ μοναστηρίῳ τοῦ Ἡσυχᾶ παρὰ θάλατταν. Ἔγνων Ὁσίανὀνόματι, τὰ ὅλα καὶ σεμνοτάτην γυναῖκα· καὶ τὴν ταύτης ἀδελφὴν Ἀδολίαν, οὐκ ἀξίως μὲν ταύτης, ἐπαξίως δὲ τῆς δυνάμεως ἑαυτῆς ζήσασαν.
41.4.1
Ἔγνων ἐγὼ καὶ Βασιανίλ 41. 4 λαν, τὴν Κανδιδιανοῦ τοῦ στρατηλάτου, προθύμως καὶ εὐλα βῶς τὴν ἀρετὴν ἐξασκήσασαν, καὶ ἐχομένην εἰσέτι καὶ νῦν τῶν ἀγώνων σφοδρῶς· καὶ Φωτεινὴν παρθένον σεμνοτάτην εἰς ἄκρον, θυγατέρα Θεοκτίστου τοῦ πρεσβυτέρου τοῦ κατὰ Λαοδίκειαν. Συνέτυχον δὲ καὶ ἐν Ἀντιοχείᾳ σεμνοτάτῃ γυναικὶ καὶ τῷ θεῷ προσομιλούσῃ, τῇ διακονίσσῃ Σαβινιανῇ, θείᾳ Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. Εἶδον δὲ καὶ ἐν Ῥώμῃ τὴν καλὴν Ἀσέλλαν τὴν παρθένον γεγηρακυῖαν ἐν τῷ μοναστηρίῳ, σφόδρα πραϋτάτην γυναῖκα καὶ ἀνεχομένην συνοδίας.
41.5.1
Ἐν οἷς ἐθεασάμην ἄνδρας τε καὶ γυναῖκας νεοκατηχήτους· ἐθεασάμην καὶ Ἀβίταν τὴν τοῦ θεοῦ ἀξίαν σὺν τῷ ταύτης ἀνδρὶ Ἀπρονιανῷ καὶ τῇ τούτων θυγατρὶ Εὐνομίῃ, εὐαρεστοῦντας τῷ θεῷ, ὡς ἄντικρυς μετα τεθῆναι ἐπὶ τὴν ἐνάρετον καὶ ἐγκρατῆ πολιτείαν, καταξιω θέντες ἐν τούτοις καὶ τῆς ἐν Χριστῷ κοιμήσεως, ἐλευθερωθέν τες μὲν πάσης ἁμαρτίας ἐντὸς δὲ καὶ γνώσεως γενόμενοι, ἐν μνήμῃ ἀγαθῇ τὸν βίον ἑαυτῶν καταλείψαντες.] 42. tΠερὶ Ἰουλιανοῦ 42. 1 [Ἀκήκοα περὶ Ἰουλιανοῦ τινὸς ἐν τοῖς μέρεσι τῶν Ἐδεσηνῶν, ἀνδρὸς ἀσκητικωτάτου· ὃς καθ' ὑπερβολὴν κατα τήξας αὐτοῦ τὸ σαρκίον ὀστέα καὶ δέρμα περιέφερε μόνον. Οὗτος εἰς τὰ ἔσχατα τοῦ τέλους κατηξιώθη τιμῆς χαρίσμα τος ἰαμάτων.] 43. tΠερὶ Ἀδολίου

Intertext edge

Open linked passage

Note