Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1.1
Ἔγνων τινὰ πάλιν εἰς τὰ Ἱεροσόλυμα ὀνόματι Ἀδόλιον, Ταρσέα τῷ γένει, ὃς παραγενόμενος ἐν τοῖς Ἱεροσολύμοις λίαν τὴν ἄτριπτον ὥδευσεν ὁδόν, οὐχ ἣν οἱ πολλοὶ ἐβαδίσαμεν, ἀλλὰ ξένην τινὰ ἀνατεμὼν ἑαυτῷ πολιτείαν· ὑπὲρ ἄνθρωπον γὰρ ἤσκησεν, ὡς καὶ αὐτοὺς τοὺς δαίμονας φρίξαντας αὐτοῦ τὸ αὐστηρὸν μηδὲ τολμῆσαι αὐτῷ προσεγ γίσαι. Δι' ὑπερβολὴν γὰρ ἐγκρατείας καὶ ἀγρυπνίας ὑπε νοήθη καὶ φάσμα εἶναι.
43.2.1
Ἐν μὲν γὰρ τῇ τεσσαρακοστῇ ἤσθιε διὰ πέντε, τὸν δὲ ἄλλον ὅλον καιρὸν μίαν παρὰ μίαν. Τὸ δὲ μέγα αὐτοῦ τοῦτο ἦν· ἀφ' ἑσπέρας μέχρις ὅτε πάλιν ἡ ἀδελφότης συνήγετο εἰς τοὺς εὐκτηρίους οἴκους, ἐν τῷ Ἐλαιῶνι εἰς τὸν τῆς ἀναλήψεως βουνὸν ὅθεν ἀνελήφθη ὁ Ἰησοῦς, ἑστὼς καὶ ψάλλων καὶ προσευχόμενος διετέλει· καὶ εἴτε ἔνιφεν εἴτε ἔβρεχεν εἴτε ἐπάχνιζεν, ἀσάλευτος ἔμενε.
43.3.1
Πληρώσας οὖν τὸν συνήθη καιρὸν τῷ ἐξυπνιστικῷ σφυρίῳ τὰς πάντων ἔκρουε κέλλας, συνάγων αὐτοὺς εἰς τοὺς εὐκτη ρίους οἴκους, καὶ καθ' ἕκαστον οἶκον συμψάλλων αὐτοῖς ἓν ἢ δεύτερον ἀντίφωνον, καὶ συνευχόμενος, οὕτως ἀπῄει πρὸ ἡμέρας εἰς τὸ κελλίον ἑαυτοῦ, ὡς ἐπὶ τῆς ἀληθείας πολλάκις ἐκδιδυσκόντων αὐτὸν τῶν ἀδελφῶν καὶ ἀποσφιγγόντων αὐτοῦ τὰ ἱμάτια ὡς ἀπὸ πλύτρας, καὶ ἄλλα περιβαλλόντων. Οὕτως οὖν πάλιν ἀναπαεὶς μέχρι τῆς ὥρας τῆς ψαλμῳδίας προσ εῖχεν ἕως ἑσπέρας. Καὶ αὕτη τοίνυν ἡ ἀρετὴ Ἀδολίου τοῦ Ταρσέως τοῦ τελειωθέντος ἐν Ἱεροσολύμοις κἀκεῖ κοιμηθέντος. 44. tΠερὶ Ἰννοκεντίου 44. 1 Τὰ κατὰ τὸν μακάριον Ἰννοκέντιον τὸν πρεσβύ τερον τοῦ Ἐλαιῶνος παρὰ πολλῶν μὲν ἀκήκοας, οὐδὲν δὲ ἧττον καὶ παρ' ἡμῶν τῶν συζησάντων αὐτῷ τρία ἔτη ἀκούσῃ. Οὗτος ἁπλούστατος ἦν καθ' ὑπερβολήν· γενόμενος δὲ τῶν ἐπιδόξων ἐν τῷ παλατίῳ ἐν ταῖς ἀρχαῖς Κωνσταντίου τοῦ βασιλέως ἀπετάξατο ὁρμώμενος ἀπὸ γάμου, ἐν οἷς εἶχε καὶ υἱὸν Παῦλον ὀνόματι δομέστικον στρατευόμενον.