Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.2.1
Τούτῳ ἐπέθετο ἐν προοιμίοις ὁ τῆς πορνείας πόλεμος καὶ τῆς γαστριμαργίας· ὃς τὸ πάθος ἐξήλασεν ἐγκλεισμῷ τε καὶ σιδηροφορίᾳ, καὶ ἀποχῇ σιτίνου ἄρτου καὶ πάντων τῶν ἑψομένων διὰ πυρός. Διακαρτερήσας ἐν τούτοις ἐπὶ δεκαοκτὼ ἔτεσιν ᾖσε τὸν ἐπινίκιον ὕμνον τῷ Χριστῷ. Οὗτος ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας δια φόρως πολεμηθεὶς ἐνεκαρτέρησεν ἐν ἑνὶ μοναστηρίῳ τεσσαρά κοντα ἔτη. Ἀφηγεῖτο δὲ οὗτος ὅτι" Ἐπὶ τριάκοντα καὶ δύο ἔτη οὐδεμιᾶς ὀπώρας ἡψάμην". Δειλίας δέ ποτε πολεμησάσης πρὸς τὸ ταύτης περιγενέσθαι μνήματι ἑαυτὸν καθεῖρξεν ἐπὶ ἔτη ἕξ.
45.3.1
Τούτου πάνυ ἐκήδετο ὁ μακά ριος Βασίλειος ὁ ἐπίσκοπος ἡδόμενος αὐτοῦ τῇ αὐστηρίᾳ καὶ τῇ στυφότητι· ὃς εἰσέτι καὶ νῦν τοῦ καλάμου καὶ τῆς τετράδος τοῦ γράφειν οὐκ ἀνεχώρησεν, ὀγδοηκοστόν που ἄγων ἔτος. Οὗτος ἔφησεν ὅτι" Ἀφ' οὗ ἐμυσταγωγήθην καὶ ἀνεγεννήθην μέχρι τῆς σήμερον ἡμέρας, ἄρτον ἀλλό τριον δωρεὰν οὐ βέβρωκα, ἀλλ' ἐκ τῶν ἰδίων πόνων"· ὡς ἐπὶ θεοῦ ἡμᾶς ἔπεισεν ὅτι διακόσια πεντήκοντα νομίσ ματα ἐκ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ λελωβημένοις δέδωκεν, οὐδέποτε ἀδικήσας οὐδένα.
45.4.1
Ὃς πεζῇ τῇ πορείᾳ καὶ μέχρις αὐτῆς Ῥώμης ἀπῆλθεν εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ μακαρίου Πέτρου· ἔφθασε δὲ καὶ μέχρις Ἀλεξαν δρείας, εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ Μάρκου.† Ἦλθε† δὲ καὶ δεύτερον εἰς Ἱεροσολύμους, ἰδίοις ἀπελθὼν ποσὶ καὶ ἀναλώμασιν ἑαυτῷ ἐπαρκέσας. Ἔλεγεν δὲ οὗτος ὅτι" Οὐ μέμνημαί ποτε ἀποστὰς κατὰ νοῦν τοῦ θεοῦ μου".] 46. tΠερὶ τῆς γραὸς Μελανίου 46. 1 Ἡ τρισμακαρία Μελάνιον Σπανὴ γέγονε τὸ γένος, εἰτοῦν Ῥωμαία· θυγάτηρ μὲν γέγονε Μαρκελλίνου τοῦ ἀπὸ ὑπάτων, ἀνδρὸς δέ τινος τῶν ἀπὸ ἀξιωμάτων γυνή, οὗ καλῶς οὐκ ἐπιμέμνημαι. Αὕτη χηρεύσασα εἰκοστὸν δεύτερον ἄγουσα ἔτος ἔρωτος θείου κατηξιώθη, καὶ μηδενὶ μηδὲν εἰρηκυῖα,– ἐκωλύετο γάρ– ἐν τοῖς καιροῖς Οὐά λεντος ἀρχὴν ἔχοντος ἐν τῇ βασιλείᾳ, ποιήσασα ἐπίτροπον τοῦ υἱοῦ αὐτῆς ὀνομασθῆναι, τὰ κινητὰ πάντα αὐτῆς λα βοῦσα καὶ ἐμβαλοῦσα εἰς πλοῖον, μετὰ φανερῶν παίδων καὶ γυναικῶν δρομαία κατέπλευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν.

Intertext edge

Open linked passage

Note