Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.2.1
Κἀκεῖθεν διαπωλήσασα τὰς ὕλας καὶ εἰς χρυσὸν κατα κερματίσασα εἰσῆλθεν εἰς τὸ ὄρος τῆς Νιτρίας, τοῖς πα τράσι περιτυγχάνουσα τοῖς περὶ Παμβὼ καὶ Ἀρσίσιον καὶ Σαραπίωνα τὸν μέγαν καὶ Παφνούτιον τὸν Σκητιώτην καὶ Ἰσίδωρον τὸν ὁμολογητὴν ἐπίσκοπον Ἑρμουπόλεως καὶ Διόσκορον. Καὶ ἐχρόνισε παρ' αὐτοῖς ἕως ἥμισυ ἔτους ἀνὰ τὴν ἔρημον κυκλεύουσα καὶ ἱστοροῦσα πάντας τοὺς ἁγίους.
46.3.1
Μετὰ δὲ τοῦτο τοῦ αὐγουσταλίου Ἀλεξανδρείας ἐξο ρίσαντος Ἰσίδωρον καὶ Πισίμιον καὶ Ἀδέλφιον καὶ Παφνούτιον καὶ Παμβώ, ἐν οἷς καὶ Ἀμμώνιον τὸν παρώτην, καὶ δώδεκα ἐπισκόπους καὶ πρεσβυτέρους, εἰς τὴν Παλαι στίνην περὶ Διοκαισάρειαν· οἷς ἠκολούθησεν αὕτη ἐκ τῶν ἰδίων χρημάτων ὑπηρετουμένη. Κωλυομένων δὲ τῶν ὑπη ρετῶν, ὡς διηγοῦντο, συνέτυχον γὰρ τῷ ἁγίῳ Πισιμίῳ καὶ Ἰσιδώρῳ καὶ Παφνουτίῳ καὶ Ἀμμωνίῳ, αὕτη παιδαρίου καρακάλλιον λαβοῦσα ἐν ταῖς ἑσπέραις ἔφερεν αὐτοῖς τὰ πρὸς τὴν χρείαν. Γνοὺς δὲ ὁ ὑπατικὸς τῆς Παλαιστίνης, θελήσας τὸν κόλπον πληρῶσαι προσεδόκησεν αὐτὴν καπνί ζειν· 46. 4 καὶ κατασχὼν αὐτὴν ἔβαλεν εἰς φυλακὴν ἀγνοῶν τὴν ἐλευθερίαν. Αὕτη δὲ δηλοῖ αὐτῷ·" Ἐγὼ τοῦδε μὲν γέγονα θυγάτηρ, τοῦδε δὲ γυνή· τοῦ δὲ Χριστοῦ εἰμὶ δούλη. Καὶ μὴ τῆς εὐτελείας τοῦ σχήματός μου καταπτύσῃς· δύναμαι γὰρ ἐμαυτὴν ἐὰν θέλω ὑψῶσαι, καὶ οὐκ ἔχεις με ἐν τούτῳ καπνίσαι οὐδὲ τῶν ἐμῶν τι λαβεῖν. Ὥστε οὖν ἵνα μὴ ἀγνοήσας ἐγκλήμασι περιπέσῃς ἐδήλωσά σοι· δεῖ γὰρ κατὰ τῶν ἀναισθήτων καθάπερ ἱέρακι τῷ τύφῳ κεχρῆ σθαι". Τότε γνοὺς ὁ δικαστὴς καὶ προσαπελογήσατο καὶ προσεκύνησεν αὐτῇ, καὶ ἐκέλευσεν αὐτὴν ἀκωλύτως συν τυχάνειν τοῖς ἁγίοις.
46.5.1
Αὕτη μετὰ τὴν ἀνάκλησιν τούτων μοναστήριον κτίσασα ἐν Ἱεροσολύμοις εἰκοσιεπτὰ ἔτεσιν ἐνεχρόνισεν ἐκεῖ ἔχουσα συνοδίαν παρθένων πεντήκοντα. Ἧι συνέζη καὶ ὁ εὐγενέσ τατος καὶ ὁμότροπος καὶ στιβαρώτατος Ῥουφῖνος ὁ ἀπὸ Ἰταλίας ἐξ Ἀκυληίας τῆς πόλεως, πρεσβυτερίου ἐς ὕστερον καταξιωθείς· οὗ γνωστικώτερος καὶ ἐπιεικέστερος ἐν ἀνδράσιν οὐχ εὑρίσκετο.
46.6.1
Δεξιούμενοι οὖν ἀμφότεροι ἐν τοῖς εἰκοσιεπτὰ ἔτεσι τοὺς παρατυγχάνοντας ἐν τοῖς Ἱεροσολύμοις εὐχῆς ἕνεκεν, ἐπισκόπους τε καὶ μονάζοντας καὶ παρθένους, οἰκείοις ἀναλώμασιν ᾠκοδόμησαν μὲν πάντας τοὺς παρατυγχάνοντας, ἥνωσαν δὲ τὸ σχίσμα τὸ κατὰ Παυλῖνον ὡς ἀνδρῶν τετρακοσίων μοναζόντων, καὶ πάντα αἱρετικὸν πνευματομάχον συμπείσαντες εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, τιμῶντες τοὺς κατὰ τόπον κληρικοὺς δώροις καὶ τροφαῖς, οὕτω διετέλεσαν μηδένα σκανδαλίσαντες. 47. tΠερὶ Χρονίου καὶ Παφνουτίου 47. 1 Χρόνιός τις ὀνόματι ἐκ τῆς κώμης τῆς λεγομένης Φοινίκης, ἀπομετρήσας ἀπὸ τῆς ἰδίας κώμης πλησίον οὔσης τῆς ἐρήμου μύρια πεντακισχίλια βήματα τῷ δεξιῷ ποδὶ ἀριθμούμενα, ἐκεῖσε προσευξάμενος ὤρυξε φρέαρ· καὶ εὑρὼν κάλλιστον ὕδωρ ἀπέχον ὀργυιὰς ἑπτὰ ᾠκοδόμησεν ἑαυτῷ ἐκεῖ ξενίαν μικράν. Καὶ ἀφ' ἧς ἡμέρας ἐνεθρόνισεν ἑαυτὸν τῇ μονῇ ηὔξατο τῷ θεῷ μὴ ἀνακάμψαι μηκέτι εἰς οἰκού μενον τόπον.

Intertext edge

Open linked passage

Note