Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
47.2.1
Παρελθόντων δὲ ὀλίγων ἐτῶν ἠξιώθη πρεσβυτερίου ἀδελφότητος περὶ αὐτὸν συναχθείσης ὡς ἀν δρῶν διακοσίων. Αὕτη οὖν αὐτοῦ φέρεται τῆς ἀσκήσεως ἡ ἀρετή, ὅτι ἑξήκοντα ἔτη παρεδρεύσας τῷ θυσιαστηρίῳ ἱερατεύων οὐ τῆς ἐρήμου ἐξῆλθεν, οὐκ ἐκτὸς ἔργου ἰδίων χειρῶν βέβρωκεν ἄρτον. Τούτῳ συνῴκει Ἰακώβ τις ἐκ γειτόνων ὁ ἐπίκλην χωλός, γνωστικώτατος εἰς ἄκρον. Ἀμφότεροι δὲ γνώριμοι ἦσαν τοῦ μακαρίου Ἀντωνίου.
47.3.1
Μιᾶς οὖν τῶν ἡμερῶν συν δραμόντος καὶ Παφνουτίου τοῦ ἐπιλεγομένου Κεφαλᾶ, ὃς χάρισμα γνώσεως εἶχε τῶν θείων γραφῶν παλαιᾶς καὶ καινῆς διαθήκης, πᾶσαν αὐτὴν ἑρμηνεύων μὴ ἀναγνοὺς γρα φάς, πρᾶος δὲ ἦν ὡς καλύπτεσθαι προφητικὴν ἀρετήν· οὗ φέρεται ὅτι ὀγδοήκοντα ἔτη ὑφ' ἓν δύο χιτῶνας οὐκ ἔσχε. Τούτοις συντυχόντες ἐγώ τε καὶ οἱ μακάριοι Εὐά γριος καὶ Ἀλβάνιος ἐζητοῦμεν μαθεῖν τὰς αἰτίας τῶν παραπιπτόντων ἢ καὶ ἐκπιπτόντων ἀδελφῶν ἢ σφαλλομένων ἐν τῷ καθήκοντι βίῳ.
47.4.1
Συνέβη γὰρ ἐν ταῖς ἡμέραις καὶ Χαιρήμονα τὸν ἀσκητὴν καθεζόμενον τελευτῆσαι καὶ εὑρεθῆναι αὐτὸν νεκρὸν ἐν τῇ καθέδρᾳ κατέχοντα τὸ ἔργον εἰς τὰς χεῖρας. Συνέβη δὲ καὶ ἄλλον ἀδελφὸν ὀρύσσοντα φρέαρ καταχωσθῆναι ὑπὸ τοῦ φρέατος· καὶ ἄλλον ἀπὸ τῆς Σκήτεως κατερχόμενον ἀποθανεῖν ἀπὸ λείψεως ὕδατος· ἐν οἷς καὶ τὰ κατὰ Στέφανον τὸν ἐκπεσόντα εἰς αἰσχρὰν ἀσωτίαν, καὶ Εὐκάρπιον, καὶ τὰ κατὰ Ἥρωνα τὸν Ἀλεξανδρέα, καὶ τὰ κατὰ Οὐάλην τὸν Παλαιστῖνον, καὶ τὰ κατὰ Πτολεμαῖον τὸν ἐν τῇ Σκήτει Αἰγύπτιον.
47.5.1
Συνη ρωτῶμεν οὖν τίς ἡ αἰτία τοῦ οὕτω ζῶντας ἀνθρώπους ἐν τῇ ἐρημίᾳ τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα τοὺς δὲ πε ριρραγῆναι ἀκολασίᾳ. Ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπό κρισιν Παφνούτιος ὁ γνωστικώτατος, ὅτιπερ" Πάντα τὰ γινόμενα διαιρεῖται εἰς δύο, εἴς τε εὐδοκίαν θεοῦ καὶ συγ χώρησιν. Ὅσα τοίνυν γίνεται κατὰ ἀρετὴν εἰς δόξαν θεοῦ, ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ· ὅσα δ' αὖ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικὰ καὶ ἐκπτωτικά, ταῦτα γίνεται κατὰ θεοῦ συγχώρησιν.
47.6.1
Ἡ δὲ συγχώρησις ἐκ λόγου γίνεται· ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσμασιν αἰσχύνης ἢ πλάνης δαιμόνων. Ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ νόσῳ ἀνθρωπαρεσκείας καὶ αὐθαδείᾳ λογισμῶν μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν, οὗτοι καὶ σφάλμασι περιπίπτουσι, θεοῦ πρὸς τὸ συμφέρον αὐτῶν ἐγκαταλιμπάνοντος αὐτούς, ἵνα διὰ τῆς ἐγκαταλεί ψεως αἰσθανόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν διορθώ σωνται ἢ τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν.
47.7.1
Ποτὲ μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει, ὅταν κακῷ σκοπῷ γένηται· ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως ἢ καθ' ὃν δεῖ τρόπον μὴ γένηται. Ὅπερ συμβαίνει πολλάκις καὶ τὸν ἀκόλαστον διεφθαρμένῳ σκοπῷ ποιεῖν τὴν ἐλεημοσύνην ἐπὶ νεωτέρας διὰ τέλος αἰσχρόν, πρᾶξιν δὲ εὔλογον τῷ ὡς ὀρφανῇ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν. Συμβαίνει δὲ καὶ σκοπῷ ὀρθῷ ποιεῖν ἐλεημοσύνην εἰς νοσοῦντας ἢ γεγηρακό τας ἢ ἐκπεπτωκότας πλούτου, φειδωλῶς δὲ καὶ μετὰ γογ γυσμοῦ, καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν, τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν· δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν καὶ ἀφειδίᾳ".
47.8.1
Ἔλεγον δὲ καὶ τοῦτο ὅτι" Προ τερήματά εἰσιν ἐν πολλαῖς ψυχαῖς, ἐν ταῖς μὲν εὐφυία διανοίας, ἐν ταῖς δὲ ἐπιτηδειότης ἀσκήσεως. Ἀλλ' ὅταν μὴ γένηται δι' αὐτὸ τὸ καλὸν μήτε ἡ πρᾶξις μήτε ἡ εὐφυία, μήτε οἱ τὰ προτερήματα κεκτημένοι οὐ τῷ δοτῆρι τῶν ἀγαθῶν θεῷ ἐπιγράφουσιν, ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυίᾳ καὶ ἱκανότητι, οἱ τοιοῦτοι ἐγκαταλειφθέντες, ἢ εἰς αἰσχρουργίαν ἢ εἰς αἰσχροπάθειαν καὶ αἰσχύνην ληφθέν τες, διὰ τῆς ἐπιγινομένης ταπεινώσεως καὶ αἰσχύνης ἠρέμα πως τὸν ἐπὶ τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον.
47.9.1
Ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυίᾳ λόγων ἐπαιρό μενος οὐκ ἐπιγράφει θεῷ τὴν εὐφυίαν οὐδὲ τὴν χορηγίαν τῆς γνώσεως, ἀλλὰ τῇ ἑαυτοῦ ἀσκήσει ἢ φύσει, ἀφιστᾷ ὁ θεὸς τὸν ἄγγελον τῆς προνοίας ἀπ' αὐτοῦ· οὗ ἀποστρα φέντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου ὁ ἐπαι ρόμενος ἐπὶ τῇ εὐφυίᾳ περιπίπτει τῇ ἀκολασίᾳ διὰ ὑπε ρηφανίας, ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ' αὐτῶν, φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ τοιούτου στόματος διδασκαλίαν καθάπερ πηγὴν βδέλλας ἔχουσαν· ὡς πληροῦσθαι τὸ γε γραμμένον·" Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν δια θήκην μου διὰ στόματός σου;"
47.10.1
Ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ διαφόροις πηγαῖς· οἱ μὲν γαστρίμαρ γοι καὶ οἰνόφιλοι πηγαῖς βορβορώδεσιν· οἱ δὲ φιλάργυροι καὶ πλεονεκταὶ πηγαῖς βατράχους ἐχούσαις· οἱ δὲ βάσκα νοι καὶ ὑπερήφανοι ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες, πηγαῖς ὄφεις τρεφούσαις, αἷς ἀεὶ μὲν ἐνλιμνάζει ὁ λόγος, μηδένα δὲ ἡδέως ἀρύεσθαι τούτων διὰ τὴν πικρίαν τοῦ ἤθους. Ὅθεν ὁ Δαβὶδ παρεκάλει τρία αἰτῶν," χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν". Ἄνευ γὰρ χρηστότητος γνῶσις ἄχρηστος· 47. 11 καὶ ἐὰν μὲν διορθώσηται ὁ τοιοῦτος, τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἀποθέμενος, τουτέστι τὸν τῦφον, καὶ ἀναλάβῃ ταπεινοφροσύνην καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα, μήτε κατά τινος ἐπαιρόμενος, καὶ τῷ θεῷ εὐχαριστῶν, ἐπανέρχεται πάλιν εἰς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις. Λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππάζοντα στάχυές εἰσιν ἀνεμόφθοροι, τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρόφιμον ὑποκλαπέντες.
47.12.1
Πᾶσα οὖν πτῶ σις, εἴτε διὰ γλώσσης εἴτε δι' αἰσθήσεως εἴτε ἡ διὰ πρά ξεως, εἴτε ἡ δι' ὅλου τοῦ σώματος, πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας κατ' ἐγκατάλειψιν γίνεται, θεοῦ φειδο μένου τῶν ἐγκαταλιμπανομένων. Εἰ γὰρ μετὰ τῆς ἀκο λασίας καὶ τῇ εὐφυίᾳ αὐτῶν μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος, δαίμονας αὐτοὺς ἀπεργάζεται ἡ ὑπερη φανία ἐπαιρομένους μετὰ ἀκαθαρσίας".
47.13.1
Καὶ ταῦτα δὲ ἡμῖν ἔλεγον οἱ ἐκεῖνοι ἄνδρες·" Ὅταν ἴδῃς, φησί, τινὰ βίῳ μὲν χαλεπὸν λόγῳ δὲ πιθανόν, μνημό νευσον τοῦ δαίμονος τοῦ ἀπὸ τῆς ἁγίας γραφῆς Χριστῷ ὁμιλοῦντος, καὶ τῆς λεγούσης μαρτυρίας·" Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς"· ᾧ ἡ φρόνησις μᾶλλον· εἰς βλάβην γεγένηται ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης. Δεῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός, λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ.
47.14.1
Ἐὰν γὰρ μὴ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου συντρέχῃ συγγένεια, ἄρτος ἐστὶν ἄνευ ἁλὸς κατὰ τὸν Ἰώβ, ὃς οὐ βρωθήσεται οὐδαμῶς, ἢ βρωθεὶς ἄξει εἰς καχεξίαν τοὺς ἐσθίοντας αὐτόν·" Εἰ βρωθήσεται γάρ, φησίν, ἄρτος ἄνευ ἁλός; Καὶ εἰ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς" μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; Τῶν οὖν ἐγκα ταλείψεων αἱ αἰτίαι ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετήν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ, τοῦ θεοῦ χρηματίζοντος αὐτῷ καὶ λέγοντος·" Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μη δὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἵνα ἀναφανῇς δίκαιος".
47.15.1
Ἐμοὶ γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπ τά, ἐπειδὴ δὲ ἠγνόου τοῖς ἀνθρώποις, ὑπονοούντων σε διὰ τὸν πλοῦτον θεραπεύειν με, ἐπήγαγον τὴν περίστασιν, ἀπεθέρισα τὸν πλοῦτον, ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν σου φιλοσοφίαν· ἡ δὲ δι' ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἐγκατελείφθη γὰρ ὁ Παῦλος περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος, καὶ ἔλε γεν·" Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι"·
47.16.1
μήποτε μετὰ τῶν θαυμάτων καὶ ἡ ἄνεσις καὶ ἡ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνω θέντα. Ἐγκατελείφθη καὶ ὁ παραλυτικὸς δι' ἁμαρτίας, ὡς λέγει ὁ Ἰησοῦς·" Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε". Ἐγκατελείφθη καὶ ὁ Ἰούδας προτιμήσας λόγου ἀργύριον, διὸ καὶ ἀπήγξατο. Ἐγκατελείφθη καὶ ὁ Ἠσαῦ καὶ περιέπεσεν ἀκολασίᾳ, προτιμήσας κόπρον ἐντέρων εὐλογίας πατρικῆς.
47.17.1
Ὡς ταῦτα πάντα συναισθανόμενον τὸν Παῦλον εἰπεῖν περί τινων μέν·" Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα"· περὶ δὲ ἑτέρων τινῶν τῶν δοκούντων ἔχειν γνῶσιν θεοῦ μετὰ διεφθαρμένης γνώμης·" Ἐπειδὴ γὰρ γνόντες τὸν θεὸν οὐ ὡς θεὸν ἐδό ξασαν ἢ ηὐχαρίστησαν, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας"· ὡς ἐκ τούτου γινώσκειν ἡμᾶς ὅτι ἀμήχανόν ἐστι πεσεῖν τινὰ εἰς ἀκολασίαν μὴ ἐγκαταλειφθέντα ὑπὸ τῆς προ νοίας τοῦ θεοῦ". 48. tΠερὶ Ἐλπιδίου 48. 1 Ἐν τοῖς κατὰ Ἱεριχὼ σπηλαίοις τῶν Ἀμορραίων, ἃ πάλαι λελαξεύκεισαν φεύγοντες Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐκπορθοῦντα τὸ τηνικαῦτα τοὺς ἀλλοφύλους εἰς τὸ ὄρος τοῦ Δουκᾶ, Ἐλπίδιός τις Καππαδόκης ἐς ὕστερον πρε σβυτερίου ἠξιωμένος, τοῦ μοναστηρίου γενόμενος Τιμοθέου τοῦ Καππάδοκος χωρεπισκόπου, ἀνδρὸς ἱκανωτάτου, ἐλθὼν παρῴκησεν ἐν ἑνὶ τῶν σπηλαίων· ὃς τοσαύτην ἐγκράτειαν ἀσκήσεως ἐνεδείξατο ὡς καλύψαι σύμπαντας.