Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.2.1
Ζήσας γὰρ εἰκοσιπέντε ἔτη τὰς κυριακὰς μετελάμβανε μόνον καὶ τὸ σάββατον, τὰς νύκτας ἑστὼς καὶ ψάλλων. Ὧι καθάπερ βασιλίσκῳ τῶν μελισσῶν ἐν μέσῳ συνῴκει τὸ πλῆθος τῆς ἀδελφότητος, κἀγὼ δὲ συνῴκησα αὐτῷ, καὶ οὕτω τὸ ὄρος ἐπόλισε· καὶ ἦν ἐκεῖ ἰδεῖν διαφόρους πολιτείας. Τοῦτόν ποτε τὸν Ἐλπίδιον ψάλλοντα ἐν νυκτὶ καὶ συμψαλλόντων ἡμῶν σκορπίος ἔπληξεν· ὃς πατήσας αὐτὸν οὐδὲ μετέστη τῆς τοῦ σχήματος στάσεως ἀλογήσας τῆς κατὰ τὸν σκορπίον ὀδύνης.
48.3.1
Ἀδελφοῦ δέ τινος κατέχοντος μιᾶς τῶν ἡμερῶν κλήμα τος κόμμα, λαβὼν ἐν τῷ καθῆσθαι παρὰ τὴν ὄχθαν τοῦ ὄρους ἔχωσεν ὡς φυτεύων, καίπερ ἐν οὐ καιρῷ· ὃ εἰς τοσοῦ τον ηὐξήθη καὶ γέγονεν ἄμπελος ὡς σκεπάζειν τὴν ἐκκλησίαν. Ὧι συνετελειώθη καὶ Αἰνέσιός τις ἀνὴρ ἀξιόλογος, καὶ Εὐστά θιος ὁ ἀδελφὸς αὐτοῦ. Ἐπὶ τοσοῦτον δὲ ἤλασεν ἀπαθείας ταριχευθεὶς τὸ σῶμα ὡς ἥλιον διαφαίνειν αὐτοῦ τῶν ὀστέων.
48.4.1
Φέρεται δὲ διήγημα παρὰ τῶν σπουδαίων αὐτοῦ μαθητῶν ὅτι ἐπὶ δύσιν οὐδέποτε ἐστράφη τῷ ἐπικεῖσθαι τὸ ὄρος εἰς ὕψος τῇ τοῦ σπηλαίου θύρᾳ· οὐδὲ τὸν ἥλιον μετὰ ἕκτην ὥραν ὑπὲρ κορυφῆς γενόμενον καὶ κατὰ δύσιν κλίνοντα εἶδέ ποτε, οὐδὲ τοὺς κατὰ δυσμὰς ἀνατέλλοντας ἀστέρας, ἐπὶ εἰκοσιπέντε ἔτη· ὃς ἀφ' οὗ εἰσῆλθεν εἰς τὸ σπήλαιον οὐ κατῆλθε τοῦ ὄρους μέχρις οὗ ἐτάφη. 49. tΠερὶ Σισιννίου 49. 1 [Τούτου τοῦ Ἐλπιδίου μαθητὴς γέγονε Σισίννιος ὀνόματι, ἐξ οἰκετικῆς μὲν ὁρμώμενος τύχης ἐλεύθερος δὲ κατὰ τὴν πίστιν, τῷ γένει Καππαδόκης· δεῖ γὰρ καὶ τάδε σημαίνειν πρὸς δόξαν τοῦ ἐξευγενίζοντος ἡμᾶς Χριστοῦ, καὶ εἰς τὴν ἀληθινὴν ἀπάγοντος ἡμᾶς εὐγένειαν. Οὗτος χρονίσας παρὰ τῷ Ἐλπιδίῳ ἕκτον ἢ ἕβδομον ἔτος ἐς ὕστερον μνήματι ἑαυτὸν καθεῖρξε καὶ ἐπὶ τρία ἔτη ἐν τῷ μνήματι ἐν προσ ευχαῖς διετέλει, μὴ νύκτωρ μὴ μεθ' ἡμέραν μὴ καθίσας, μὴ ἀναπεσών, μὴ βαδίσας ἔξω. Οὗτος κατηξιώθη χαρίσμα τος κατὰ δαιμόνων.

Intertext edge

Open linked passage

Note