Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.2.1
Νυνὶ δὲ ἐπανελθὼν ἐπὶ τὴν πατρί δα ἠξιώθη πρεσβυτερίου, συναγαγὼν ἀδελφότητα ἀνδρῶν τε καὶ γυναικῶν, διὰ τῆς σεμνῆς πολιτείας καὶ τὸ ἑαυτοῦ ἄρρεν τῆς ἐπιθυμίας ἐλάσας καὶ τὸ τῶν γυναικῶν θῆλυ τῇ ἐγκρα τείᾳ φιμώσας, ὡς πληροῦσθαι τὸ γεγραμμένον·" Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ". Ἔστι δὲ καὶ φιλόξενος καίπερ ὢν ἀκτήμων, εἰς ἔλεγχον τῶν ἀμεταδότων πλουσίων.] 50. tΠερὶ Γαδδανᾶ 50. 1 Ἔγνων γέροντα Παλαιστῖνόν τινα Γαδδανᾶν ὀνόματι, ὃς τὸν ἄστεγον ἔζησε βίον εἰς τοὺς περὶ τὸν Ἰορδάνην τό πους. Τούτῳ ποτὲ Ἰουδαῖοι κατὰ ζῆλον ἐπιθέμενοι ἐν τοῖς περὶ τὴν Νεκρὰν θάλασσαν τόποις ξίφος γυμνώσαντες ἐπῆλ θον. Καὶ συνέβη πρᾶγμα τοιοῦτον· ἐν τῷ τὸ ξίφος ἐπᾶραι καὶ βουληθῆναι σπᾶσαι κατὰ τοῦ Γαδδανᾶ ἀπεξηράνθη ἡ χεὶρ τοῦ τὸ ξίφος γυμνώσαντος, πεσόντος τοῦ ξίφους ἀπὸ τῆς δεξιᾶς τοῦ ἔχοντος. 51. tΠερὶ Ἠλία 51. 1 Ἠλίας πάλιν μονάζων ἐν τοῖς αὐτοῖς τόποις ἐν σπηλαίῳ κατῴκει σεμνοτάτου βίου καὶ ἐνθέσμου ὑπάρχων. Οὗτος μιᾶς τῶν ἡμερῶν ἀδελφῶν αὐτῷ ἐπεληλυθότων πλειό νων, ἦν γὰρ πάροδος ὁ τόπος, ἐλείφθη ἄρτων. Καὶ ἐπλη ροφόρησεν ἡμᾶς ὅτιπερ" Λιποθυμήσας ἐν τῷ πράγματι εἰσελθὼν ἐν τῷ κελλίῳ τρεῖς εὗρον ἄρτους· καὶ φαγόντων εἴκοσι ὄντων εἰς κόρον ἀπ' αὐτῶν εἷς περιέσσευσεν, ᾧ ἐχρη σάμην ἐπὶ εἰκοσιπέντε ἡμέρας". 52. tΠερὶ Σαβᾶ 52. 1 [Σαβᾶς τις ὀνόματι, κοσμικός, τῷ γένει Ἱεριχούν τιος, γυναῖκα ἔχων, τοσοῦτον ἐγένετο φιλομόναχος ὡς κυ κλεύειν ἀνὰ τὰς κέλλας καὶ τὴν ἔρημον ἐν ταῖς νυξί, καὶ καθ' ἑκάστην μονὴν ἔξω τιθέναι φοινίκων μόδιον ἕνα καὶ λαχάνων τὸ αὔταρκες, διὰ τὸ μὴ ἐσθίειν ἄρτον τοὺς ἀσκητὰς τοὺς κατὰ τὸν Ἰορδάνην. Τούτῳ μιᾶς τῶν ἡμερῶν λέων ὑπήντησε, καὶ καταλαβὼν αὐτὸν ἀπὸ σημείου ἑνὸς ὦσε καὶ κατέστρεψε, καὶ τὸν ὄνον λαβὼν ἀνεχώρησεν.] 53. tΠερὶ Ἀβραμίου 53. 1 Ἀβράμιός τις γέγονε τῷ γένει Αἰγύπτιος, τραχύτα τον καὶ ἀγριώτατον βίον ζήσας ἐν τῇ ἐρήμῳ. Ὃς πληγεὶς τὴν φρένα ὑπὸ ἀκαίρου οἰήσεως ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ διε μάχετο τοῖς πρεσβυτέροις λέγων ὅτι" Πρεσβύτερος ἐχειρο τονήθην παρὰ τοῦ Χριστοῦ ταύτῃ τῇ νυκτί, καὶ δέξασθέ με ἱερατεύοντα". Ὃν οἱ πατέρες διαχωρίσαντες τῆς ἐρήμου, καὶ ἐπὶ τὸν παχύτερον καὶ ἀδιαφορώτερον ἀγαγόντες βίον, ἀπεθεράπευσαν τῆς ὑπερηφανίας, εἰς γνῶσιν αὐτὸν ἀγαγόν τες τῆς οἰκείας ἀσθενείας παιχθέντα ὑπὸ τοῦ δαίμονος. 54. tἜτι περὶ τῆς ἁγίας Μελανίου 54. 1 Περὶ τῆς θαυμασίας καὶ ἁγίας Μελανίου ἀκρο θιγῶς μὲν καὶ ἄνω διηγησάμην, οὐδὲν ἧττον καὶ τὰ λείψανα νῦν ἐξυφανῶ τῷ λόγῳ. Αὕτη μὲν ὅσην ὕλην ἀνήλωσεν ἐν τῷ θείῳ ζήλῳ καθάπερ πυρὶ φλέξασα οὐκ ἐμὸν τὸ διηγή σασθαι ἀλλὰ καὶ τῶν τὴν Περσίδα οἰκούντων. Τῆς γὰρ εὐποιίας αὐτῆς οὐκ ἠστόχησεν οὐδείς, οὐκ ἀνατολὴ οὐ δύσις οὐκ ἄρκτος οὐ μεσημβρία.

Intertext edge

Open linked passage

Note