Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.3.1
Ἀναγκάζοντος δὲ αὐτοῦ ποτε ποιῆσαί με ἐν τῷ κελλίῳ αὐτοῦ εὐχήν, καὶ μὴ βουλομένου μου, ἔλεγε διηγούμενος ὅτι" Εἰς τὴν κέλλαν ταύτην τρίτον εἰσῆλθεν ὁ μακάριος Ἀντώνιος ἐπισκεψά μενός με· καὶ παρακληθεὶς παρ' ἐμοῦ ποιῆσαι εὐχὴν εὐθὺς ἔκλινε γόνυ ἐν τῷ κελλίῳ, καὶ οὐ παρεσκεύασέ με δευτε ρῶσαι τὸν λόγον, ἔργῳ με παιδεύσας ἐν τῇ ὑπακοῇ. Ὥστε εἰ κατ' ἴχνος βαίνεις τῆς αὐτοῦ πολιτείας, ὡς ἅτε μονάζων καὶ δι' ἀρετὴν ξενιτεύων, ἀπόθου τὴν φιλονεικίαν".
4.4.1
Διη γήσατο δέ μοι καὶ τοῦτο, ὅτι" Φροντίζοντός μου περὶ τῆς ζωῆς Ἰουλιανοῦ τοῦ ἀθλίου βασιλέως ὡς διώκτου, καὶ ἀδη μονοῦντος μιᾷ τῶν ἡμερῶν καὶ μέχρις ἑσπέρας βαθείας μὴ γευσαμένου ἄρτον ἕνεκεν τῆς φροντίδος ἔτυχεν ἐν τῷ θρόνῳ καθήμενόν με κατενεχθῆναι ὕπνῳ, καὶ ἰδεῖν ἔκστασιν ἵππους λευκοὺς διατρέχοντας μετὰ τῶν ἐπιβατῶν καὶ κηρύττοντας·" Εἴπατε Διδύμῳ, σήμερον ἑβδόμην ὥραν ἐτελεύτησεν Ἰουλια νός· ἀναστὰς οὖν φάγε, καὶ ἀπόστειλον, φασί, τῷ ἐπισκόπῳ Ἀθανασίῳ, ἵνα κἀκεῖνος γνῷ". Καὶ ἐσημειωσάμην, φησί, καὶ τὴν ὥραν καὶ τὸν μῆνα καὶ τὴν ἑβδομάδα καὶ τὴν ἡμέραν, καὶ εὑρέθη οὕτως". 5. tΠερὶ Ἀλεξάνδρασ

Intertext edge

Open linked passage

Note