Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.2.1
Τριακοστὸν μὲν γὰρ καὶ ἕβδομον ἔτος ξενιτεύσασα ἰδίοις ἀναλώμασιν ἐπήρκεσε καὶ ἐκκλησίαις καὶ μοναστηρίοις καὶ ξένοις καὶ φυλακαῖς, χορη γούντων αὐτῇ καὶ τῶν πρὸς γένος καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ τῶν ἰδίων ἐπιτρόπων τὰ χρήματα. Ἥτις ἐπὶ τοσοῦτον ἐγκαρ τερήσασα τῇ ξενιτείᾳ οὐδὲ σπιθαμὴν ἐκτήσατο γῆς, οὐκ ἐξειλκύσθη ὑπὸ τῆς τοῦ υἱοῦ ἐπιθυμίας, οὐκ ἐμέρισεν αὐτὴν τῆς πρὸς τὸν Χριστὸν ἀγάπης ὁ τοῦ μονογενοῦς υἱοῦ πόθος· 54. 3 ἀλλὰ ταῖς προσευχαῖς αὐτῆς ὁ νεώτερος εἰς ἄκρον παι δείας καὶ τρόπων ἤλασε καὶ γάμον τὸν ἐπίδοξον, καὶ ἔντος τῶν κοσμικῶν ἀξιωμάτων ἐγένετο· ὃς ἔσχε καὶ τέκνα δύο. Μετὰ πολλοὺς οὖν χρόνους ἀκούσασα περὶ τῆς καταστάσεως τῆς ἐγγόνης, ὅτι ἔγημε καὶ προαιρεῖται ἀποτάξασθαι, φοβη θεῖσα μήποτε περιρραγῶσι κακοδιδασκαλίᾳ ἢ αἱρέσει ἢ κα κοζωίᾳ, ἑξήκοντα ἐτῶν γραῦς ἐνέβαλεν ἑαυτὴν εἰς πλοῖον, καὶ ἀπὸ τῆς Καισαρέων ἀποπλεύσασα δι' εἴκοσι ἡμερῶν παραγίνεται εἰς τὴν Ῥώμην.
54.4.1
Κἀκεῖσε συντυχοῦσα τὸν μὲν μακαριώτατον ἄνδρα καὶ ἀξιόλογον Ἀπρονιανόν, Ἕλληνα ὄντα, κατήχησε καὶ χριστιανὸν ἐποίησε, πείσασα αὐτὸν καὶ ἐγκρατεύεσθαι μετὰ τῆς ἰδίας γυναικός, ἀνεψιᾶς ταύτης, καλουμένης Ἀβίτας. Στερεώσασα δὲ καὶ τὴν ἰδίαν ἐγγόνην Μελάνιον σὺν τῷ ταύτης ἀνδρὶ Πινιανῷ, καὶ κατηχήσασα Ἀλβίναν τὴν ἑαυτῆς νύμφην, γυναῖκα δὲ τοῦ υἱοῦ αὐτῆς, καὶ παρασκευάσασα πάντας τούτους διαπωλῆσαι τὰ ὑπάρ χοντα αὐτοῖς, τῆς Ῥώμης ἐξήγαγε, καὶ ἐπὶ τὸν σεμνὸν καὶ γαληνιῶντα λιμένα τοῦ βίου ἤγαγε.
54.5.1
Καὶ οὕτως πρὸς πάντας ἐθηριομάχησε τοὺς συγκλητικοὺς καὶ τὰς ἐλευθέρας κωλύοντας αὐτὴν ἐπὶ τῇ ἀποταξίᾳ τῶν λοιπῶν οἴκων. Ἡ δὲ ἔλεγεν αὐτοῖς·" Παιδία, γέγραπται πρὸ τετρακοσίων ἐτῶν ὅτι" Ἐσχάτη ὥρα ἐστί". Τί ἐμφιλοχωρεῖτε τῇ μα ταιότητι τοῦ βίου, μήποτε φθάσωσιν αἱ ἡμέραι τοῦ ἀντι χρίστου, καὶ μὴ ἀπολαύσητε ὑμῶν τοῦ πλούτου καὶ τῶν προγονικῶν πραγμάτων." 54. 6 Καὶ τούτους πάντας ἐλευ θερώσασα ἤγαγεν ἐπὶ τὸν μονήρη βίον. Καὶ τὸν Πουπλι κούλα δὲ υἱὸν τὸν νεώτερον κατηχήσασα ἤγαγεν ἐπὶ τὴν Σικελίαν· καὶ πάντα αὐτῆς τὰ ὑπόλοιπα διαπωλήσασα καὶ τὰς τιμὰς λαβοῦσα ἦλθεν ἐπὶ τὰ Ἱεροσόλυμα· καὶ διανεί μασα τὰς ὕλας ἐντὸς τεσσαράκοντα ἡμερῶν ἐκοιμήθη ἐν γήρᾳ καλῷ καὶ βαθυτάτῃ πραότητι, καταλείψασα καὶ μο ναστήριον ἐν Ἱεροσολύμοις καὶ τὰ τούτου ἀναλώματα.
54.7.1
Ὡς δὲ πάντες οὗτοι ἀπέστησαν τῆς Ῥώμης θύελλά τις βαρβαρική, ἡ καὶ ἐν προφητείαις πάλαι κειμένη, ἐπέστη τῇ Ῥώμῃ, καὶ οὐκ εἴασεν οὐδὲ τοὺς ἐπ' ἀγορᾶς ἀνδριάντας χαλκοῦς, ἀλλὰ πάντα πορθήσασα βαρβαρικῇ ἀπονοίᾳ παρέ δωκεν ἀπωλείᾳ· ὡς γενέσθαι τὴν Ῥώμην, τὴν ἐν χιλίοις ἔτεσι καὶ διακοσίοις φιλοκαληθεῖσαν, ἐρείπιον. Τότε οἱ κα τηχηθέντες καὶ οἱ ἐναντιωθέντες τῇ κατηχήσει ἐδόξασαν τὸν θεὸν τὸν τῇ μεταβολῇ τῶν πραγμάτων πείσαντα τοὺς ἀπίσ τους ὅτι τῶν ἄλλων πάντων αἰχμαλωτισθέντων οὗτοι μόνοι διεσώθησαν οἱ οἶκοι, ὁλοκαυτώματα γενόμενοι τῷ κυρίῳ σπουδῇ Μελανίου.

Intertext edge

Open linked passage

Note