Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
55.1.1
Συνέβη ἅμα ὁδεύειν ἡμᾶς ἀπὸ Αἰλίας ἐπὶ τὴν Αἴγυπτον, προπέμποντας τὴν μακαρίαν Σιλβανίαν τὴν παρ θένον γυναικαδέλφην Ῥουφίνου τοῦ ἀπὸ ἐπάρχων· ἐν οἷς ἦν σὺν ἡμῖν καὶ Ἰουβῖνος, τὸ τηνικαῦτα μὲν διάκονος νυνὶ δὲ ἐπίσκοπος τῆς Ἀσκάλωνος ἐκκλησίας, ἀνὴρ εὐλαβὴς καὶ φιλόλογος. Σφοδροτάτου οὖν καύματος καταλαβόντος ἡμᾶς καὶ καταντησάντων ἡμῶν εἰς τὸ Πηλούσιον, ἔτυχε τὸν Ἰου βῖνον νιπτῆρα λαβόντα νίψασθαι τὰς χεῖρας καὶ τοὺς πόδας πυγμῇ ὕδατι ψυχροτάτῳ, καὶ μετὰ τὸ νίψασθαι δερμοτύλῳ ἐπαναπαῆναι ῥιφέντι κατὰ τοῦ ἐδάφους.
55.2.1
Ἐπιστᾶσα ἐκείνη ὡς μήτηρ σοφὴ υἱοῦ γνησίου ἐπέσκωπτεν αὐτοῦ τῇ ἁπαλότητι λέγουσα·" Πῶς θαρρεῖς ταύτην ἄγων τὴν ἡλικίαν ἔτι ζέοντος τοῦ αἵματός σου οὕτω φιλοκαλεῖν τὸ σαρκίον, μὴ αἰσθανόμενος τῶν ἐξ αὐτοῦ τικτομένων βλαβερῶν; Θάρσει, θάρσει ὅτι ἑξηκοστὸν ἄγω ἔτος τῆς ἡλικίας, ἐκτὸς τῶν ἄκρων τῶν χειρῶν οὐ ποῦς μου ἥψατο ὕδατος οὐκ ὄψις οὐδὲ ἓν τῶν μελῶν, καίπερ διαφόροις ληφθεῖσα ἀρρωστίαις, καὶ ὑπὸ τῶν ἰατρῶν ἀναγκαζομένη οὐκ ἠνεσχόμην ἀποδοῦναι τῇ σαρκὶ τὸ ἔθος, οὐκ ἐπὶ κλίνης ἀναπαεῖσα οὐ λεκτικίῳ ὥδευσά που".
55.3.1
Αὕτη λογιωτάτη γενομένη ἢ καὶ φιλήσασα τὸν λόγον τὰς νύκτας εἰς ἡμέρας μετέβαλε πᾶν σύγγραμμα τῶν ἀρ χαίων ὑπομνηματιστῶν διελθοῦσα· ἐν οἷς Ὠριγένους μυριά δας τριακοσίας, Γρηγορίου καὶ Στεφάνου καὶ Πιερίου καὶ Βασιλείου καὶ ἑτέρων τινῶν σπουδαιοτάτων μυριάδας εἰ κοσιπέντε· οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε διελθοῦσα, ἀλλὰ πεπονημένως ἕκαστον βιβλίον ἕβδομον ἢ ὄγδοον διελθοῦσα. Διὸ καὶ ἠδυνήθη ψευδωνύμου γνώσεως ἐλευθερωθεῖσα πτερωθῆναι τῇ χάριτι τῶν λόγων ἐλπίσι χρησταῖς ἑαυτὴν ὄρνιν ἐργασαμένη πνευματικὴν διαπεράσασα πρὸς τὸν Χριστόν. 56. tΠερὶ Ὀλυμπιάδοσ 56. 1 Ταύτης κατ' ὄπιν καὶ ἴχνος ἡ σεμνοτάτη Ὀλυμ πιὰς καὶ ζηλωτικωτάτη βαίνουσα ἠκολούθησε τῇ γνώμῃ· θυγάτηρ μὲν γενομένη Σελεύκου τοῦ ἀπὸ κομήτων, ἐγγόνη δὲ Ἀβλαβίου τοῦ ἀπὸ ἐπάρχων, νύμφη δὲ πρὸς ὀλίγας ἡμέρας Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων τῆς πόλεως, γυνὴ δὲ οὐδενός· λέγεται γὰρ κεκοιμῆσθαι παρθένος, ἀλλὰ σύμβιος τοῦ λόγου τῆς ἀληθείας.

Intertext edge

Open linked passage

Note