Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
56.2.1
Ἥτις πάντα διασκορπίσασα ἑαυτῆς τὰ ὑπάρχοντα διέδωκε πτωχοῖς· οὐ μικροὺς ἀγῶνας ἀγωνισαμένη ὑπὲρ ἀληθείας, πολλάς τε κατηχήσασα γυ ναῖκας, καὶ σεμνολογήσασα πρεσβυτέρους, καὶ τιμήσασα ἐπισκόπους, καὶ ὁμολογίας κατηξιώθη τῆς ὑπὲρ ἀληθείας· ἧς τὸν βίον ἐν ὁμολογηταῖς κρίνουσιν οἱ Κωνσταντινούπολιν οἰκοῦντες, οὕτως τελευτησάσης καὶ πρὸς κύριον ἐκδημη σάσης ἐν τοῖς κατὰ θεὸν ἀγῶσιν. 57. tΠερὶ Κανδίδας καὶ Γελασίασ 57. 1 Ἧς κατ' ὄπιν καὶ ὡς ἐν ἐσόπτρῳ ἡ μακαρία Κανδίδα, ἡ Τραϊανοῦ τοῦ στρατηλάτου θυγάτηρ, ἀξίως βιώσασα καὶ εἰς ἄκρον σεμνότητος ἐλάσασα, ἐκκλησίας τε καὶ ἐπισκόπους τιμήσασα, τὴν μὲν ἰδίαν θυγατέρα κατη χήσασα εἰς τὸν τῆς παρθενίας κλῆρον προέπεμψε πρὸς Χρι στόν, δῶρον τῶν ἑαυτῆς λαγόνων, ἐς ὕστερον σωφροσύνῃ καὶ καὶ τοῖς τῶν χρημάτων σκορπισμοῖς ἐπακολουθήσασα τῇ ἑαυτῆς θυγατρί.