Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
57.2.1
Ταύτην ἔγνων ἐγὼ διὰ πάσης νυκτὸς κοπιῶσαν καὶ ἀλήθουσαν ταῖς χερσὶν ἐπὶ καθαιρέσει τοῦ σώματος, διηγουμένην ὅτι" Τῆς νηστείας μὴ ἐπαρκούσης σύμμαχον δίδωμι καὶ τὴν ἐπίμοχθον ἀγρυπνίαν, ἵνα κατα λύσω τὸ φρύαγμα τοῦ Ἠσαῦ". Ἥτις ἐναίμων μὲν καὶ ἐμψύχων εἰς ἄκρον ἀπέσχετο, ἰχθύος δὲ καὶ λαχάνων μετ' ἐλαίου λαμβάνουσα ἐν ἑορτῇ, οὕτω διετέλεσεν ὀξυκράματι καὶ ξηρῷ ἄρτῳ ἀρκουμένη.
57.3.1
Ταύτης κατὰ ζῆλον ὥδευσεν εὐσεβῶς τὸν τῆς παρ θενίας ζυγὸν ἑλκύσασα ἡ σεμνοτάτη Γελασία, θυγάτηρ τριβούνου γενομένη· ἧς ἀρετὴ φέρεται αὕτη, ὅτι ἥλιος οὐδέ ποτε ἔδυ ἐπὶ λύπῃ αὐτῆς, οὐ κατὰ οἰκέτου, οὐ κατὰ θερα παινίδος, οὐ κατά τινος ἑτέρου. 58. tΠερὶ τῶν ἐν Ἀντινόῳ 58. 1 Ἐν Ἀντινόῳ τῆς Θηβαΐδος διατρίψας τέσσαρα ἔτη ἐν τοσούτῳ χρόνῳ καὶ γνῶσιν εἴληφα τῶν ἐκεῖ μο ναστηρίων. Καθέζονται μὲν γὰρ ἀμφὶ τὴν πόλιν ἄνδρες ὡς χίλιοι διακόσιοι, ταῖς χερσὶν ἀποζῶντες, εἰς ἄκρον ἀσκού μενοι. Ἐν τούτοις εἰσὶ καὶ ἀναχωρηταὶ ἐν τοῖς σπηλαίοις τῶν πετρῶν ἑαυτοὺς ἐγκαθείρξαντες· ἐν οἷς ἐστι Σολομών τις, ἀνὴρ πραότατος καὶ σώφρων καὶ ὑπομονῆς ἔχων χά ρισμα· ὃς ἔλεγεν ἔχειν πεντηκοστὸν ἔτος ἐν τῷ σπηλαίῳ, ἐπαρκέσας ἑαυτῷ ἐκ τοῦ ἔργου τῶν χειρῶν καὶ ἐκμαθὼν πᾶσαν ἁγίαν γραφήν.