Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
58.2.1
Δωρόθεος ἐν ἄλλῳ σπηλαίῳ οἰκῶν πρεσβύτερος, ὑπερ βολῇ ἀγαθώτατος, καὶ αὐτὸς ζήσας τὸν ἀνεπίληπτον βίον, πρεσβυτερίου δὲ ἠξιωμένος καὶ λειτουργῶν τοῖς ἀδελφοῖς τοῖς ἐν τοῖς σπηλαίοις. Τούτῳ ποτὲ Μελάνιον ἡ νεωτέρα, τῆς μεγάλης Μελανίου ἐγγόνη, περὶ ἧς ἐς ὕστερον λέξω, ἀπέστειλε πεντακόσια νομίσματα, παρακαλέσασα αὐτὸν δια κονῆσαι τοῖς ἐκεῖ ἀδελφοῖς. Ὁ δὲ τρία λαβὼν μόνα, τὰ λοιπὰ παρέπεμψε Διοκλεῖ τῷ ἀναχωρητῇ, ἀνδρὶ γνωσ τικωτάτῳ, λέγων ὅτι" Σοφώτερός μού ἐστιν ὁ ἀδελφὸς Διοκλῆς, καὶ δύναται αὐτὰ ἀβλαβῶς διοικῆσαι, ἐπιστάμενος τοὺς ὀφείλοντας ἐπικουρηθῆναι εὐλόγως· ἐγὼ γὰρ τούτοις ἀρκοῦμαι".
58.3.1
Οὗτος ὁ Διοκλῆς, ἀπὸ γραμματικῆς μὲν ἀχθεὶς τὰ πρῶτα ἐς ὕστερον δὲ δοὺς ἑαυτὸν εἰς φιλοσοφίαν, τῷ χρόνῳ τῆς χάριτος αὐτὸν ἑλκυσάσης, εἰς εἰκοστὸν ὄγδοον ἔτος ἄγων τὴν ἡλικίαν ἀπετάξατο μὲν τῶν ἐγκυκλίων μαθη μάτων, συνετάξατο δὲ τῷ Χριστῷ, καὶ αὐτὸς ἔχων τρια κοστὸν πέμπτον ἔτος ἐν τοῖς σπηλαίοις. Ἔλεγεν ἡμῖν ὅτι" Νοῦς ἀποστὰς θεοῦ ἐννοίας ἢ δαίμων γίνεται ἢ κτῆνος". Ἡμῶν δὲ φιλοπευστούντων τὸν τρόπον ὃν εἶπεν, ἔλεγεν οὕτως ὅτι" Νοῦς ἀποστὰς θεοῦ ἐννοίας ἐξ ἀνάγκης περι πίπτει ἐπιθυμίᾳ ἢ θυμῷ"· καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη, τὸν δὲ θυμὸν δαιμονιώδη.
58.4.1
Ἐμοῦ δὲ ἀντιλέγοντος ὅτι" Πῶς δυνατὸν ἀδια λείπτως εἶναι νοῦν ἀνθρώπινον μετὰ θεοῦ;" ἔλεγεν ὁ αὐτὸς ὅτι" Ἐν οἵῳ δ' ἂν νοήματι ἢ πράγματι εἴη ἡ ψυχὴ εὐσε βεῖ καὶ θεϊκῷ, μετὰ θεοῦ ἐστιν". Τούτου πλησίον Καπίτων τις ἔμενεν ἀπὸ λῃστῶν· ὃς πεντήκοντα ἔτη πληρώσας ἐν τοῖς σπηλαίοις ἀπὸ τεσσά ρων μιλίων τῆς πόλεως Ἀντινόου οὐ κατῆλθεν ἐκ τοῦ σπηλαίου οὐδὲ μέχρι τοῦ ποταμοῦ τοῦ Νείλου, λέγων μηδέπω δύνασθαι συντυγχάνειν τοῖς ὄχλοις τῷ ἀκμὴν ἀντιπράττειν αὐτῷ τὸν ὑπεναντίον.
58.5.1
Σὺν τούτοις ἑωράκαμεν καὶ ἕτερον ἀναχωρητὴν ὁμοίως καὶ αὐτὸν ἐν σπηλαίῳ· ὂς οἴστρῳ κενοδοξίας ἐμπαιζόμενος ὑπὸ ὀνείρων, ἀντέπαιζε τοὺς ἀπατωμένους," ἀνέμους ποι μαίνων". Καὶ τὴν μὲν κατὰ σῶμα σωφροσύνην εἶχε καὶ διὰ τὸ γῆρας καὶ διὰ τὸν χρόνον, τάχα καὶ διὰ τὴν κενο δοξίαν· διέφθαρτο δὲ αὐτοῦ τὸ φρονοῦν τῇ ἀκολασίᾳ τῆς κενοδοξίας. 59. tΠερὶ ἀμμᾶ Ταλίδος καὶ Ταώρ 59. 1 Ἐν ταύτῃ τῇ πόλει Ἀντινόῳ ἐστὶ μοναστήρια γυναικῶν δώδεκα, ἐν οἷς καὶ συντετύχηκα ἀμμᾷ Ταλίδι γραΐδι ὀγδοήκοντα ἔτη ἐχούσῃ ἐν τῇ ἀσκήσει ὡς καὶ αὐτὴ καὶ αἱ γειτνιῶσαι διηγοῦντο. Ταύτῃ συνῴκουν ἑξήκοντα νεάνιδες αἳ τοσοῦτον αὐτὴν ἠγάπων ὡς μηδὲ κλεῖδα ἐφε στάναι τῇ αὐλῇ τοῦ μοναστηρίου, ὡς ἐν ἄλλοις, ἀλλὰ κρα τεῖσθαι αὐτὰς ὑπὸ τῆς ἀγάπης ταύτης. Εἰς τοσοῦτον δὲ ἀπαθείας ἤλασεν ἡ γραῦς ὡς εἰσελθόντι μοι καὶ καθεσ θέντι ἐλθεῖν καὶ συγκαθεσθῆναί μοι, καὶ τὰς χεῖρας αὐτῆς ἐπιθεῖναι τοῖς ὤμοις μου ὑπερβολῇ παρρησίας.