Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
59.2.1
Ἐν τούτῳ τῷ μοναστηρίῳ παρθένος μαθήτρια ταύτης, Ταὼρ ὀνόματι, ἔχουσα τριάκοντα ἔτη ἐν τῷ μοναστηρίῳ, ἱμάτιον καινὸν ἢ μαφόριον ἢ ὑπόδημα λαβεῖν οὐκ ἠθέλησεν οὐδέποτε, λέγουσα ὅτι" Οὐ χρείαν ἔχω, ἵνα μὴ ἀναγκασθῶ καὶ προελθεῖν". Αἱ μὲν γὰρ ἄλλαι πᾶσαι κατὰ κυριακὴν προέρχονται ἐν τῇ ἐκκλησίᾳ χάριν τῆς κοινωνίας· ἐκείνη δὲ μένει ῥακοδυτοῦσα ἐν τῇ μονῇ, ἀδιαλείπτως ἐν τῷ ἔργῳ καθεζομένη. Οὕτω δὲ εὐφυεστάτην εἶχε τὴν ὄψιν ὡς ἐγγὺς γενέσθαι καὶ τὸν πάνυ στερρὸν ἀπατᾶσθαι τῷ ταύτης κάλλει, εἰ μὴ φρουρὸν εἶχεν ὑπερβάλλοντα τὴν σωφροσύνην εἰς αἰδὼ καὶ φόβον συνωθοῦσα τῇ κοσμιότητι τὸν ἀκόλαστον ὀφθαλμόν. 60. tΠερὶ παρθένου τινὸς καὶ Κολλούθου τοῦ μάρτυροσ 60. 1 Ἄλλη τις γειτνιῶσά μοι, ἧς τὴν ὄψιν οὐχ ἑώρακα, προῆλθε γὰρ οὐδέποτε, ὡς λέγουσιν, ἀρ' οὗ καὶ ἀπετάξατο· πληρώσασα δὲ ἑξήκοντα ἔτη ἐν τῇ ἀσκήσει μετὰ τῆς μητρὸς τῆς ἰδίας, ἐς ὕστερον ἔμελλε μεταβαίνειν τὸν βίον. Καὶ παραστὰς αὐτῇ ὁ μάρτυς ὁ ἐν τῷ τόπῳ, Κόλλουθος ὀνόματι, λέγει αὐτῇ·" Σήμερον μέλλεις ὁδεύειν πρὸς τὸν δεσπότην καὶ ὁρᾶν πάντας τοὺς ἁγίους· ἐλθοῦσα οὖν ἀρίστησον μεθ' ἡμῶν ἐν τῷ μαρτυρίῳ". Ἀναστᾶσα οὖν ὄρθρου καὶ ἐνδυ σαμένη καὶ λαβοῦσα ἐν τῇ σπυρίδι τῇ ἑαυτῆς ἄρτον καὶ ἐλαίας καὶ λεπτολάχανα, μετὰ τοσαῦτα ἔτη ἐξελθοῦσα καὶ ἀπελθοῦσα εἰς τὸ μαρτύριον ηὔξατο.