Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Διηγήσατο δέ μοι καὶ περὶ παιδίσκης τινὸς ὀνό ματι Ἀλεξάνδρας, ἥτις καταλείψασα τὴν πόλιν καὶ ἐν μνήματι ἑαυτὴν καθείρξασα δι' ὀπῆς ἐλάμβανε τὰ πρὸς τὴν χρείαν, μήτε γυναιξὶ μήτε ἀνδράσι συντυγχάνουσα κατ' ὄψιν ἐπὶ ἔτη δέκα. Τῷ δὲ δεκάτῳ ἔτει ἐκοιμήθη σχηματίσασα ἑαυτήν, ὡς τὴν ἐν συνηθείᾳ ἀπελθοῦσαν καὶ μὴ τυχοῦσαν ἀποκρίσεως ἀπαγγεῖλαι ἡμῖν. Ἀποχρίσαντες οὖν τὴν θύραν καὶ εἰσελθόν τες εὕραμεν αὐτὴν κοιμηθεῖσαν.
5.2.1
Ἔλεγε δὲ περὶ αὐτῆς καὶ ἡ τρισμακαρία Μελάνιον περὶ ἧς εἰς ὕστερον λέξω, ὅτι" Κατ' ὄψιν μὲν αὐτὴν οὐκ εἶδον, περὶ δὲ τὴν ὀπὴν στᾶσα παρεκάλεσα εἰπεῖν τὴν αἰτίαν δι' ἣν ἔκλεισεν ἑαυτὴν εἰς τὸ μνῆμα. Ἡ δὲ διὰ τῆς ὀπῆς ἐφθέγξατό μοι λέγουσα ὅτι"̓ Εβλάβη τις τὸν νοῦν εἰς ἐμέ· καὶ ἵνα μὴ δόξω λυπεῖν αὐτὸν ἢ διαβάλλειν, ᾑρησάμην ζῶσαν ἐμαυτὴν εἰς τὸ μνῆμα εἰσαγαγεῖν, ἢ σκανδαλίσαι ψυχὴν κατ' εἰκόνα θεοῦ ποιηθεῖ σαν".
5.3.1
Ἐμοῦ δέ, φησίν, εἰπούσης·" Πῶς οὖν καρτερεῖς μὴ συντυγχάνουσα μηδενί, ἀλλὰ πυκτεύουσα τῇ ἀκηδίᾳ"; εἶπεν ὅτι" Ἀπὸ πρωῒ μέχρις ἐννάτης ὥρας εὔχομαι καθ' ὥραν, νήθουσα τὸ λίνον· τὰς δὲ διαλοίπους ὥρας περιέρχομαι τῷ νῷ τοὺς ἁγίους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας· καὶ φαγοῦσά μου τὸν ψωμὸν τὰς ἄλλας ὥρας περιμένω προσκαρτεροῦσα καὶ τὸ τέλος ἐκδεχομένη μετ' ἐλπίδος χρηστῆς"". 6. tΠερὶ τῆς πλουσίας παρθένου 6. 1 Οὐ παραλείψω δὲ ἐν τῷ διηγήματι καὶ τοὺς ἐν καταφρονήσει βεβιωκότας, εἰς ἔπαινον τῶν κατωρθωκότων ἀσφάλειαν δὲ τῶν ἐντυγχανόντων. Παρθένος τις γέγονεν ἐν Ἀλεξανδρείᾳ τῷ μὲν σχήματι ταπεινὴ τῇ δὲ προαιρέσει σοβαρά, πλουσία ἐν χρήμασιν εἰς ἄγαν, μὴ† προΐκασα† ξένῳ μὴ παρθένῳ, μὴ ἐκκλησίᾳ, μὴ πένητι ὀβολόν. Αὕτη πολλαῖς νουθεσίαις τῶν πατέρων οὐκ ἀπεσκευάζετο τὴν ὕλην.

Intertext edge

Open linked passage

Note