Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.2.1
Καὶ καιρὸν ἐπι τηρήσασα τῆς πάσης ἡμέρας ἐν ᾧ οὐδεὶς ἦν ἔνδον, καθεσ θεῖσα προσκαλεῖται τὸν μάρτυρα λέγουσα·" Εὐλόγησόν μου τὰ βρώματα, ἅγιε Κόλλουθε, καὶ συνόδευσόν μοι ταῖς προ σευχαῖς σου". Φαγοῦσα οὖν καὶ πάλιν προσευξαμένη ἦλθε περὶ ἡλίου δυσμὰς ἐν τῷ οἴκῳ. Καὶ δοῦσα τῇ μητρὶ τῇ ἑαυτῆς σύγγραμμα Κλήμεντος τοῦ Στρωματέως εἰς τὸν προφήτην Ἀμώς, εἶπε·" Δὸς αὐτὸ τῷ ἐπισκόπῳ τῷ ἐξω ρισμένῳ, καὶ εἰπὲ αὐτῷ·" Εὖξαι περὶ ἐμοῦ· ὁδεύω γάρ"". Καὶ ἐτελεύτησεν ἐν αὐτῇ τῇ νυκτὶ μὴ πυρέξασα μὴ κεφαλ αλγήσασα, ἀλλ' ἑαυτὴν ἐνταφιάσασα. 61. tΠερὶ Μελανίου τῆς νέασ 61. 1 Ἐπειδὴ προϋπεσχόμην ἀνωτέρω διηγήσασθαι περὶ τῆς παιδὸς Μελανίου ἀναγκαίως τὸ χρέος ἀποδίδωμι· οὐ γὰρ δίκαιον ὑπεριδόντας τὸ αὐτῆς νεώτερον ἐν σαρκὶ τοσαύ την ἀρετὴν ἀστηλίτευτον καταρρῖψαι, γραΐδων ἀτεχνῶς καὶ σπουδαίων κατὰ πολὺ διαφέρουσαν. Ταύτην βιασάμενοι οἱ γονεῖς ἤγαγον ἐπὶ γάμον ἐκ τῶν πρώτων τῆς Ῥώμης· ἥτις ἀεὶ τοῖς διηγήμασι τῆς ἑαυτῆς μάμμης νυττομένη, ἐπὶ τοσοῦτον ἐκεντρώθη ὡς μὴ δυνηθῆναι ἐξυπηρετήσασθαι τῷ γάμῳ.

Intertext edge

Open linked passage

Note