Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.2.1
Γενομένων γὰρ αὐτῇ παιδίων ἀρρένων δύο, καὶ ἀμφοτέρων τελευτησάντων, εἰς τοσοῦτον μῖσος τοῦ γάμου ἤλασεν ὡς εἰπεῖν τῷ ἀνδρὶ αὐτῆς Πινιανῷ, τῷ υἱῷ Σευήρου τοῦ ἀπὸ ἐπάρχων, ὅτι" Εἰ μὲν αἱρῆσαι συνασκη θῆναι κἀμοὶ κατὰ τὸν τῆς σωφροσύνης λόγον, καὶ δε σπότην σε οἶδα καὶ κύριον τῆς ἐμῆς ζωῆς· εἰ δὲ βαρύ σοι τοῦτο καταφαίνεται ὡς νεωτέρῳ, πάντα μου λαβὼν τὰ πράγματα ἐλευθέρωσόν μου τὸ σῶμα, ἵνα πληρώσω μου τὴν κατὰ θεὸν ἐπιθυμίαν, κληρονόμος γενομένη τῆς μάμμης τοῦ ζήλου, ἧς καὶ τὸ ὄνομα ἔχω.
61.3.1
Εἰ γὰρ ἐβούλετο παιδοποιεῖν ἡμᾶς ὁ θεός, οὐκ ἄν μου ἐλάμβανεν ἄωρα τὰ τεχθέντα". Ἐπὶ πολὺ οὖν ζυγομαχησάντων αὐτῶν ἐς ὕστε ρον ὁ θεὸς κατοικτείρας τὸν νέον ἐνέθηκεν καὶ τούτῳ ζῆλον ἀποταξίας, ὡς ἐπ' αὐτοὺς πληροῦσθαι τὸ γεγραμ μένον·" Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;" Γαμη θεῖσα οὖν ἐπὶ δεκατριῶν ἐτῶν καὶ συζήσασα τῷ ἀνδρὶ ἔτη ἑπτά, τῷ εἰκοστῷ ἀπετάξατο. Καὶ πρῶτον μὲν τὰ σηρικὰ ἡμιφόρια τοῖς θυσιαστηρίοις ἐδωρήσατο· τοῦτο δὲ καὶ ἡ ἁγία πεποίηκεν Ὀλυμπιάς.
61.4.1
Τὰ δὲ λοιπὰ σηρικὰ συγκόψασα διάφορα ἐποίησεν ἐκκλησιαστικὰ ἔπιπλα. Τὸν δὲ ἄργυρον καὶ τὸν χρυσὸν ἐμπιστεύσασα Παύλῳ τινὶ πρεσ βυτέρῳ, μοναχῷ Δαλματίας, διὰ θαλάσσης ἀπέστειλεν ἐν τῇ ἀνατολῇ, Αἰγύπτῳ καὶ Θηβαΐδι νομίσματα μύρια, Ἀν τιοχείᾳ καὶ τοῖς μέρεσι ταύτης μύρια νομίσματα, Παλαι στίνῃ νομίσματα μύρια πεντακισχίλια, ταῖς ἐν νήσοις ἐκκλη σίαις καὶ τοῖς ἐν ἐξορίαις νομίσματα μύρια, ταῖς κατὰ τὴν δύσιν ἐκκλησίαις ὡσαύτως δι' ἑαυτῆς χορηγοῦσα, 61. 5 ταῦτα πάντα καὶ τετραπλασίονα τούτων ὡς ἐπὶ θεοῦ ἐξαρ πάσασα ἐκ τοῦ στόματος λέοντος Ἀλαρίχου τῇ πίστει τῇ ἑαυτῆς. Ἠλευθέρωσε δὲ τὰ βουληθέντα ἀνδράποδα ὀκτα κισχίλια, τὰ λοιπὰ γὰρ οὐκ ἐβουλήθησαν ἀλλ' ᾑρήσαντο δουλεῦσαι τῷ ἀδελφῷ αὐτῆς· ᾧ παρεχώρησε πάντας ἀπὸ τριῶν νομισμάτων λαβεῖν. Τὰ δὲ κτήματα τὰ ἐν ταῖς Σπα νίαις καὶ Ἀκυτανίᾳ καὶ Ταρακωνησίᾳ καὶ Γαλλίαις δια πωλήσασα, τὰ ἐν Σικελίᾳ μόνα καὶ Καμπανίᾳ καὶ Ἀφρικῇ ἑαυτῇ καταλείψασα ἐπελάβετο εἰς χορηγίαν μοναστηρίων.
61.6.1
Αὕτη αὐτῆς ἡ σοφία ἡ περὶ τοῦ φορτίου τῶν χρημάτων. Ἡ δὲ ἄσκησις αὐτῆς ἦν αὕτη· ἤσθιε μίαν παρὰ μίαν– ἐν δὲ ταῖς ἀρχαῖς καὶ ὑπὲρ πέντε– εἰς ἐφημερίαν ἑαυτὴν τάξασα τῶν ἑαυτῆς δουλίδων ἃς καὶ συνασκητρίας εἰργάσατο. Ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὴν μητέρα Ἀλβίναν ἀσκου μένην ὁμοίως καὶ διασκορπίζουσαν κατ' ἰδίαν πάλιν τὰ ἴδια χρήματα. Εἰσὶν οὖν οἰκοῦσαι ἐν ἀγροῖς, ποτὲ μὲν Σικελίας ποτὲ δὲ Καμπανίας, μετὰ εὐνούχων δεκαπέντε καὶ παρ θένων ἑξήκοντα, καὶ ἐλευθέρων καὶ δουλίδων· 61. 7 ὁμοίως καὶ Πινιανὸς ὁ ἀνὴρ αὐτῆς μετὰ μοναζόντων τριάκοντα, ἀναγινώσκων καὶ περὶ κῆπον ἀσχολούμενος καὶ περὶ σεμνὰς συντυχίας. Οὐ μικρῶς δὲ καὶ ἡμᾶς πλείονας ὄντας ἐτίμησαν ἀπελθόντας ἐν Ῥώμῃ διὰ τὸν μακάριον Ἰωάννην τὸν ἐπίσκοπον, ἀναπαύσαντες ἡμᾶς καὶ ξενοδοχίᾳ καὶ ἐφοδίοις δαψι λεστάτοις, μετὰ πολλῆς χαρᾶς καρπούμενοι τὴν αἰώνιον ζωὴν τοῖς θεοδωρήτοις ἔργοις τῆς ἀρίστης πολιτείας. 62. tΠερὶ Παμμαχίου 62. 1 Τούτων συγγενὴς Παμμάχιος ὀνόματι ἀπὸ ἀνθυπά των ὁμοίως ἀποταξάμενος ἔζησε τὸν ἄριστον βίον, πάντα τὸν ἑαυτοῦ πλοῦτον τὸν μὲν ζῶν διασκορπίσας, τὸν δὲ τελευτῶν πτωχοῖς καταλείψας· ὁμοίως καὶ Μακάριός τις ἀπὸ βικαρίας, καὶ Κωνστάντιος συγκάθεδρος γενόμενος τῶν κατὰ τὴν Ἰταλίαν ἐπάρχων, ἄνδρες ἐπίσημοι καὶ λογικώτα τοι καὶ εἰς ἄκρον φιλοθείας ἐλάσαντες· οὓς ἔτι νομίζω καὶ ἐν σαρκὶ ὑπάρχειν τὸν ἄριστον ἐξησκηκότας βίον. 63. tΠερὶ παρθένου τῆς ὑποδεξαμένης τὸν μακάριον Ἀθανάσιον 63. 1 Ἐν Ἀλεξανδρείᾳ ἔγνων παρθένον ἣν κατείληφα ὡς ἐτῶν ἑβδομήκοντα· προσεμαρτύρει δὲ αὐτῇ ὁ κλῆρος ἅπας ὅτι νέα οὖσα ὡς ἐτῶν εἴκοσι καὶ σφόδρα ὡραιοτάτη φευκτὴ ἦν διὰ τὸ κάλλος, ἵνα μή τινι μῶμον δῷ ἐξ ὑπο νοίας. Ὅτε οὖν συνέβη τοὺς Ἀρειανοὺς συσκευάσασθαι τὸν μακάριον Ἀθανάσιον τὸν ἐπίσκοπον Ἀλεξανδρείας δι' Εὐσεβίου τοῦ πραιποσίτου ἐπὶ Κωνσταντίου τοῦ βασιλέως, καὶ ἀθέμιτα αὐτοῦ κατηγόρουν συκοφαντοῦντες, φεύγων τὸ παρὰ διεφθαρμένου κριτηρίου κριθῆναι οὐκ ἐθάρρησεν οὐδενί, οὐ συγγενεῖ οὐ φίλῳ οὐ κληρικῷ οὐκ ἄλλῳ τινί· 63. 2 ἀλλ' εἰσελθόντων τῶν ἐπαρχικῶν αἰφνίδιον εἰς τὸ ἐπισκοπεῖον καὶ ζητούντων αὐτόν, λαβὼν αὐτοῦ τὸ στιχάριν καὶ τὸ βιρὶν ἐν μεσαιτάτῃ νυκτὶ κατέφυγε πρὸς ταύτην τὴν παρθένον. Ἡ δὲ ξενισθεῖσα ἐπὶ τῷ πράγματι διεπτοήθη. Λέγει οὖν αὐτῇ·" Ἐπειδὴ ζητοῦμαι παρὰ τῶν Ἀρειανῶν καὶ ἀθέμιτα συκοφαντοῦμαι, ἵνα οὖν μὴ κἀγὼ ἄλογον ἀπενέγκωμαι δόξαν καὶ εἰς ἁμαρτίαν ἐμβάλω τοὺς τιμωρήσασθαί με βουλομέ νους, ἐνεθυμήθην φυγεῖν.

Intertext edge

Open linked passage

Note