Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
63.3.1
Ἀπεκάλυψε δέ μοι ὁ θεὸς ταύτῃ τῇ νυκτὶ ὅτι" Παρ' οὐδενὶ ἔχεις σωθῆναι εἰ μὴ παρ' ἐκείνῃ"." Ἀπὸ πολλῆς οὖν χαρᾶς ἐκείνη ῥίψασα πάντα διαλογισμὸν ὅλη γεγένηται τοῦ κυρίου· καὶ κατέκρυψε τὸν ἁγιώτατον ἐκεῖνον ἐπὶ ἓξ ἔτη μέχρι τῆς ζωῆς Κωνσταντίου, αὐτὴ καὶ περινίπτουσα τοὺς πόδας, καὶ τὰ περιττεύματα διακονοῦσα, καὶ τὰς χρείας αὐτῷ πάσας οἰκονομοῦσα, καὶ βιβλία κιχρωμένη καὶ παρέχουσα αὐτῷ· καὶ οὐδεὶς ἀνθρώ πων πάσης Ἀλεξανδρείας ἔγνω ἐν τοῖς ἓξ ἔτεσι ποῦ διάγει ὁ μακάριος Ἀθανάσιος.
63.4.1
Ὡς οὖν ἠγγέλθη ὁ θάνατος Κωνσταντίου καὶ ἦλθεν αὐτοῦ εἰς τὰς ἀκοάς, καλῶς ἐνδυσά μενος πάλιν ἐν τῇ νυκτὶ εὑρέθη ἐν τῇ ἐκκλησίᾳ, πάντων ἐκστάντων καὶ θεασαμένων αὐτὸν ὡς ἐκ νεκρῶν ζῶντα. Ἀπελογεῖτο οὖν τοῖς γνησίοις αὐτοῦ φίλοις ὅτι" Τούτου χάριν πρὸς ὑμᾶς οὐ κατέφυγον ἵνα εὔορκον ὑμῖν ᾖ, ἄλλως δὲ καὶ διὰ τὰ ἔρευνα· κατέφυγον δὲ πρὸς ἣν ὑποψίαν οὐδεὶς ἠδύνατο ἔχειν ὡς ὡραίαν καὶ νεωτέραν, δύο μνηστευσάμε νος, καὶ τὴν σωτηρίαν ἐκείνης, ὠφέλησα γὰρ αὐτήν, καὶ τὴν ἐμὴν δόξαν". 64. tΠερὶ Ἰουλιανῆσ 64. 1 Ἰουλιανή τις πάλιν παρθένος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας λογιωτάτη ἐλέγετο καὶ πιστοτάτη· ἥτις Ὠριγένην τὸν συγγραφέα φεύγοντα τὴν ἐπανάστασιν τῶν Ἑλ λήνων ἐδέξατο ἐπὶ δύο ἔτη ἰδίοις ἀναλώμασι καὶ ὑπηρεσίᾳ ἀναπαύσασα τὸν ἄνδρα. Εὗρον δὲ ταῦτα ἐγὼ γεγραμμένα ἐν παλαιοτάτῳ βιβλίῳ στιχηρῷ, ἐν ᾧ ἐγέγραπτο χειρὶ Ὠριγένους· 64. 2" Τοῦτο τὸ βιβλίον εὗρον ἐγὼ παρὰ Ἰουλια νῇ τῇ παρθένῳ ἐν Καισαρείᾳ, κρυπτόμενος παρ' αὐτῇ"· ἥτις ἔλεγε παρ' αὐτοῦ Συμμάχου τοῦ ἑρμηνέως τῶν Ἰου δαίων αὐτὸ εἰληφέναι. Οὐ παρέργως δὲ τέθεικα καὶ τὰς ἀρετὰς τούτων τῶν γυναικῶν, ἵνα μάθωμεν ὅτι πολυτρόπως ἔνεστι κερδαίνειν ἐὰν ἐθέλωμεν. 65. tΔιήγησις Ἱππολύτου 65. 1 Ἐν ἄλλῳ βιβλίῳ παλαιοτάτῳ ἐπιγεγραμμένῳ Ἱππολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων εὗρον διήγημα τοιοῦ τον, ὅτι εὐγενεστάτη τις καὶ ὡραιοτάτη παρθένος ὑπῆρχεν ἐν τῇ Κορινθίων πόλει ἀσκουμένη εἰς τὴν παρθενίαν. Ταύτην κατ' ἐκεῖνο καιροῦ διέβαλον τῷ τότε δικάζοντι Ἕλληνι ὄντι κατὰ τὸν καιρὸν τῶν διωκτῶν, ὡς βλασφημοῦσαν καὶ τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς καὶ δυσφημοῦσαν τὰ εἴδωλα. Προσεπῄνουν δὲ τὸ ταύτης κάλλος οἱ περὶ τὰ τοιαῦτα κά πηλοι.