Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1.1
Ἐν ταύτῃ τῇ πόλει Ἀγκύρᾳ πολλαὶ μὲν καὶ ἄλλαι παρθένοι ὡς χιλιάδες δύο ἢ πλεῖον καὶ ἐγκρατευόμεναι καὶ ἐπίσημοι γυναῖκες διαπρέπουσιν. Ἐν αἷς ἐπικρατεῖ κατ' εὐλάβειαν Μάγνα σεμνοτάτη γυνή, ἣν οὐκ οἶδα τί ὀνομάσω, παρθένον ἢ χήραν. Βίᾳ γὰρ συναφθεῖσα παρὰ τῆς ἰδίας μη τρὸς ἀνδρί, δελεάσασα τοῦτον καὶ ὑπερθεμένη, ὥς φασιν οἱ πολλοί, μεμένηκεν ἄψαυστος.
67.2.1
Οὗ μετ' ὀλίγον τελευτή σαντος ὅλην ἑαυτὴν ἐπέδωκε τῷ θεῷ, φροντίζουσα σεμνῶς τῶν ἰδίων οἴκων, ζῶσα ἀσκητικώτατον βίον καὶ σώφρονα, τοιαύτην ἔχουσα τὴν συντυχίαν ὡς αἰδεῖσθαι αὐτὴν καὶ ἐπι σκόπους ὑπερβολῇ εὐλαβείας. Αὕτη τὰς λοιπὰς καὶ περιτ τευούσας χρείας ξενοδοχείοις καὶ πτωχοῖς καὶ διοδεύουσιν ἐπισκόποις χορηγοῦσα, οὐ παύεται ἐργαζομένη κατὰ τὸ λεληθὸς δι' ἑαυτῆς καὶ δι' οἰκετῶν πιστοτάτων μηδὲ ἀπο λιμπανομένη τῆς ἐκκλησίας ἐν ταῖς νυξίν. 68. tΠερὶ τοῦ ἐλεήμονος μοναχοῦ 68. 1 Ὁμοίως ἐν ταύτῃ τῇ πόλει εὑρήκαμεν μονάζοντα χειροτονίαν μὲν μὴ αἱρούμενον δέξασθαι πρεσβυτερίου, ἀπὸ στρατείας δὲ ἠγμένον ὀλίγου χρόνου· ὃς εἰκοστὸν ἄγει ἔτος ἐν τῇ ἀσκήσει ταύτην ἔχων τὴν πολιτείαν· παραμένει μὲν τῷ ἐπισκόπῳ τῆς πόλεως, τοσοῦτον δέ ἐστι φιλάνθρωπος καὶ ἐλεήμων ὡς καὶ τὰς νύκτας περιιέναι καὶ ἐλεεῖν τοὺς δεομέ νους.