Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
68.2.1
Οὗτος οὐκ ἀμελεῖ οὐ φυλακῆς οὐ νοσοκομείου οὐ πτωχοῦ οὐ πλουσίου, ἀλλὰ πᾶσιν ἐπικουρεῖ, τοῖς μὲν λόγους εὐσπλαγχνίας διδοὺς ὡς ἀσπλάγχνοις, τῶν δὲ προιστάμενος, τοὺς δὲ εἰρηνεύων, τοῖς δὲ χρείας σωματικὰς καὶ ἱμάτια παρέχων. Ὃ φιλεῖ δὲ συμβαίνειν ἐν πάσαις ταῖς μεγάλαις πόλεσι ἔστι καὶ ἐν αὐτῇ· ἐν γὰρ τῇ στοᾷ τῆς ἐκκλησίας πλῆθος νοσούντων κατακείμενον ἐρανίζεται τὴν ἐφήμερον τροφήν, τῶν μὲν ἀγάμων τῶν δὲ γεγαμηκότων.
68.3.1
Συνέβη οὖν μιᾶς τῶν ἡμερῶν ἐν μέσῃ νυκτὶ τίκτειν ἑνὸς γυναῖκα ἐν τῇ στοᾷ ἐν χειμῶνι. Βοώσης οὖν αὐτῆς ἐν τῇ ὀδύνῃ ἐπήκουσε, καὶ καταλείψας τὰς συνήθεις αὐτοῦ προσευχὰς ἐξελθὼν ἐπεῖδε, καὶ μηδένα εὑρὼν αὐτὸς ἰατρίνης ἐπέσχε τόπον, οὐ βδελυξάμενος τὸ παρακολουθοῦν μῦσος ταῖς τικτού σαις, ἀναισθησίαν ἐν αὐτῷ τῆς ἐλεημοσύνης ἐργασαμένης.
68.4.1
Τούτου τὸ μὲν σχῆμα τῶν ἱματίων οὐκ ἔστιν ἄξιον ὀβολοῦ, τὸ δὲ βρῶμα ἀμφήριστον τῶν ἱματίων· πυκτίῳ ἐγκύψαι οὐ καρτερεῖ τῆς φιλανθρωπίας αὐτὸν ἐλαυνούσης τῶν ἀναγνωσ μάτων. Βιβλίον αὐτῷ ἐάν τις χαρίσηται τῶν ἀδελφῶν πα ραχρῆμα αὐτὸ πιπράσκει, τοῦτο ἐπιλέγων τοῖς ἐπισκώπτου σιν ὅτι" Πόθεν ἔχω πεῖσαι τὸν διδάσκαλόν μου ὅτι τὴν τέχνην αὐτοῦ μεμάθηκα, ἐὰν μὴ ἐκεῖνον αὐτὸν πωλήσω εἰς τὸ τῆς τέχνης κατόρθωμα;" 69. tΠερὶ παρθένου ἐκπεσούσης καὶ μετανοησάσησ 69. 1 Ἀσκήτριά τις παρθένος μένουσα σὺν ἄλλαις δύο ἠσκήθη ἐπὶ ἔτη ἐννέα ἢ δέκα. Αὕτη δελεασθεῖσα παρὰ ψάλτου τινὸς ἐξέπεσε, καὶ κατὰ γαστρὸς λαβοῦσα ἐγέν νησεν. Εἰς ἄκρον δὲ μῖσος ἐλάσασα τοῦ ταύτην δελεάσαντος κατενύγη τὴν ψυχὴν εἰς βάθος, καὶ εἰς τοσοῦτον ἤλασε μετανοίας ὡς ἄντικρυς ἀποκαρτερῆσαι καὶ λιμῷ ἑαυτὴν ἀποκτεῖναι.