Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
69.2.1
Προσευχομένη δὲ ἐδέετο τοῦ θεοῦ λέ γουσα ὅτι" Ὁ θεὸς ὁ μέγας, ὁ βαστάζων τὰ κακὰ πάσης κτίσεως καὶ μὴ βουλόμενος τὸν θάνατον καὶ τὴν ἀπώλειαν τῶν πταιόντων· εἰ θέλεις με σωθῆναι, ἐν τούτῳ μοι δεῖξον τὰ θαυμάσιά σου καὶ συνάγαγε τὸν καρπὸν τῆς ἐμῆς ἁμαρτίας ὅνπερ γεγέννηκα, ἵνα μὴ ἢ σχοινίῳ χρήσωμαι, ἢ ἐμαυτὴν δισκεύσω". Ἐν τούτοις δεομένη εἰσηκούσθη· τὸ γὰρ τεχθὲν μετ' οὐ πολὺ ἐτελεύτησεν.
69.3.1
Ἀπὸ οὖν τῆς ἡμέρας ἐκείνης τῷ μὲν ταύτην αἰχμαλωτεύσαντι οὐκέτι συνέτυχεν, ἔκδοτον δὲ ἑαυτὴν εἰς ἀκροτάτην νηστείαν δοῦσα, νοσούσαις καὶ λελωβημέναις ἐξυπηρετήσατο ἐπὶ τριάκοντα ἔτη, οὕτως τὸν θεὸν δυσωπήσασα ὡς ἀποκαλυφθῆναί τινι τῶν ἁγίων πρεσβυτέρων ὅτι" Ἡ δεῖνά μοι εὐηρέστησε μᾶλλον ἐν τῇ μετανοίᾳ ἢ ἐν τῇ παρθενίᾳ". Ταῦτα δὲ γράφω ἵνα μὴ καταφρονῶμεν τῶν γνησίως μετανοούντων. 70. tΠερὶ ἀναγνώστου συκοφαντηθέντοσ 70. 1 Πρεσβυτέρου τινὸς θυγάτηρ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐκπεσοῦσα παρθένος παρὰ τοῦ ταύτην φθείραντος ἐδιδάχθη ἀναγνώστην τινὰ τῆς πόλεως συκοφαν- τῆσαι. Καὶ γενονυίας ἤδη ἐγκύου, ἐξεταζομένη παρὰ τοῦ πατρὸς κατεῖπε τοῦ ἀναγνώστου. Ὁ δὲ πρεσβύτερος θαρσῶν ἀνήνεγκε τῷ ἐπισκόπῳ. Ὁ δὲ ἐπίσκοπος συνεκρότησε τὸ ἱερατεῖον καὶ ἐποίησε κληθῆναι τὸν ἀναγνώστην. Ἐβασανίζετο ἡ ὑπόθεσις· ἐρωτώμενος παρὰ τοῦ ἐπισκόπου ὁ ἀναγνώστης οὐχ ὡμολόγει· τὸ γὰρ μὴ γενόμενον πῶς καὶ ἐνῆν ῥηθῆναι;