Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Lausiaca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.2.1
Ἀγανακτῶν ὁ ἐπίσκοπος ἐμβριθῶς ἔλεγε αὐτῷ·" Οὐχ ὁμολογεῖς, ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀκαθαρσίας μεστέ;" Ἀπεκρίνατο ὁ ἀναγνώστης·" Ἐγὼ τὸ ὂν εἶπον, ὅτι οὐκ ἔχω πρᾶγμα· ἀναίτιος γάρ εἰμι καὶ τῆς ἐννοίας τῆς πρὸς ἐκείνην. Εἰ δὲ θέλεις τὸ μὴ ὂν ἀκοῦσαι, πέπραχα". Τοῦτο αὐτοῦ εἰρηκότος καθεῖλε τὸν ἀναγνώστην. Τότε προσελθὼν παρακαλεῖ τὸν ἐπίσκοπον καὶ λέγει αὐτῷ·" Οὐκοῦν ἐπειδὴ ἔπταισα κέλευσόν μοι αὐτὴν εἰς γυναῖκα δοθῆναι· οὔτε γὰρ ἐγὼ κληρικὸς λοιπὸν οὔτε ἐκείνη παρθένος".
70.3.1
Ἔκδοτον οὖν αὐτὴν δέδωκε τῷ ἀναγνώστῃ, προσδοκήσας διακεῖσθαι τὸν νεώτερον περὶ αὐτὴν καὶ ἄλλως μὴ δύνασθαι ἀποκοπῆναι τὴν πρὸς αὐτὴν συνήθειαν. Λαβὼν οὖν αὐτὴν ὁ νεώτερος καὶ παρὰ τοῦ ἐπισκόπου καὶ παρὰ τοῦ πατρός, παρατίθεται μοναστηρίῳ γυναικῶν καὶ παρακαλεῖ τὴν αὐτόθι διάκονον τῆς ἀδελφότητος μέχρι τοῦ τοκετοῦ αὐτῆς ἀνέ χεσθαι. Ἐντὸς οὖν ὀλίγου χρόνου ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν· παρέστη ἡ κρισίμη ὥρα, στεναγμοί, ὠδῖνες, πόνοι, καταχθονίων ὁράσεις· καὶ τὸ βρέφος οὐκ ἐξήρχετο.
70.4.1
Παρῆλθεν ἡ πρώτη ἡμέρα, ἡ δευτέρα, ἡ τρίτη, ἡ ἑβδόμη· ἡ γυνὴ ἀπὸ τῆς ὀδύνης τῷ ᾅδῃ προσομιλοῦσα οὐκ ἔφαγεν, οὐκ ἔπιεν, οὐκ ἐκαθεύδησεν, ἀλλ' ἐβόα λέγουσα·" Οἴμοι τῇ ἀθλίᾳ, κινδυνεύω συκοφαντήσασα τόνδε τὸν ἀναγνώστην". Ἀπελθοῦσαι λέγουσι τῷ πατρί. Ὁ πατὴρ φοβούμενος τὸ καταγνωσθῆναι ὡς συκοφαντήσας, ἡσυχάζει ἄλλας δύο ἡμέρας. Ἡ κόρη οὔτε ἐτελεύτα οὔτε ἐγέννα. Ὡς οὖν τὰς βοὰς αὐτῆς οὐκ ἔφερον αἱ ἀσκήτριαι δραμοῦσαι ἀπήγγειλαν τῷ ἐπισκόπῳ ὅτι" Ἐξομολογεῖται βοῶσα ἡ δεῖνα ἀπὸ ἡμερῶν ὅτι ἐσυκοφάντησε τὸν ἀναγνώστην". Τότε πέμπει πρὸς αὐτὸν διακόνους καὶ δηλοῖ αὐτῷ·" Εὖξαι ἵνα γεννήσῃ ἡ συκοφαντήσασά σε".
70.5.1
Αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτοῖς ἀπόκρισιν οὔτε ἤνοιξε τὴν ἑαυτοῦ θύραν ἀφ' ἧς ἡμέρας εἰσῆλθε δεόμενος τοῦ θεοῦ. Ἀπέρχεται πάλιν ὁ πατὴρ πρὸς τὸν ἐπίσκοπον· γίνεται εὐχὴ ἐν τῇ ἐκκλησίᾳ· καὶ οὐδὲ οὕτως ἐγέννησε. Τότε ἀναστὰς ὁ ἐπίσκοπος ἀπῆλθε πρὸς τὸν ἀναγνώστην, καὶ πλήξας τὴν θύραν εἰσῆλθεν πρὸς αὐτὸν καὶ λέγει αὐτῷ·" Εὐστάθιε, ἀνάστα, λῦσον ὃ ἔδησας". Παραχρῆμα δὲ τοῦ ἀναγνώστου κλίναντος γόνυ σὺν τῷ ἐπισκόπῳ ἐγέννησεν ἡ γυνή. Ἴσχυσε δὲ ἡ τούτου δέησις καὶ ἡ παραμονὴ τῆς προσευχῆς ἀναδεῖξαι καὶ τὴν συκοφαντίαν καὶ παιδεῦσαι καὶ τὴν συκοφαντήσασαν· ἵνα μάθωμεν προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ εἰδέναι αὐτῶν τὴν δύναμιν. 71. tΠερὶ τοῦ συνόντος αὐτῷ ἀδελφοῦ 71. 1 Ὀλίγα τοίνυν περὶ τοῦ συνόντος μοι ἀπὸ νεότητος ἀδελφοῦ ἕως τῆς σήμερον εἰρηκὼς καταπαύσω τὸν λόγον. Τοῦτον ἔγνων ἐγὼ ἐν μακρῷ χρόνῳ μὴ πάθει φαγόντα, μὴ πάθει νηστεύσαντα· νικήσαντα ὡς νομίζω πάθος χρημάτων, τὸ πλεῖστον κενοδοξίας· ἀρκούμενον τοῖς παροῦσι, μὴ καλλωπιζόμενον ἱματίοις, καταφρονούμενον εὐχαριστεῖν, ὑπερκινδυνεύοντα γνησίων φίλων, πεῖραν λαβόντα δαιμόνων χιλιάκις καὶ ἐπάνω· ὡς καὶ μιᾶς τῶν ἡμερῶν δαίμονα αὐτῷ συνθέσθαι καὶ εἰπεῖν·" Σύνθου μοι ἁμαρτῆσαι κἂν ἅπαξ, καὶ ἣν ἂν εἰπῇς μοι ἐν τῷ βίῳ ταύτην σοι ἄγω".

Intertext edge

Open linked passage

Note