Historia Lausiaca
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/palladius-helenopolitanus-pg-34-65" aria-label="More works by Palladius Helenopolitanus PG 34">
—
⋯
Original / primary: Pg Scrape Grc
8.4.1
Τούτων οὕτως ἐπιτελουμένων, καὶ ἀμφοτέρων εἰς ἀπάθειαν ἐληλακότων, ἐνήργησαν αἱ εὐχαὶ τοῦ Ἀμοῦν, καὶ λέγει αὐτῷ τελευταῖον ἐκείνη·" Ἔχω σοί τι εἰπεῖν, κύριέ μου· ἵνα, ἐάν μου ἀκούσῃς, πληροφο ρηθῶ ὅτι κατὰ θεόν με ἀγαπᾷς". Λέγει αὐτῇ·" Εἰπὲ ὃ βούλει". Ἡ δὲ λέγει αὐτῷ·" Δίκαιόν ἐστι πρᾶγμα ἄνδρα σε ὄντα καὶ δικαιοσύνην ἀσκοῦντα, ὁμοίως κἀμὲ ἐζηλωκυῖαν τὴν αὐτήν σοι ὁδόν, κατ' ἰδίαν μένειν. Ἄτοπον γάρ ἐστι κρύπτεσθαί σου τὴν τοιαύτην ἀρετὴν συνοικοῦντά μοι ἐν ἁγνείᾳ".
8.5.1
Ὁ δὲ εὐχαριστήσας τῷ θεῷ, λέγει αὐτῇ·" Οὐκοῦν ἔχε σὺ τοῦτον τὸν οἶκον· ἐγὼ δὲ ποιήσω ἐμαυτῷ ἕτερον οἶκον". Καὶ ἐξελθὼν κατέλαβε τὸ ἐνδότερον τοῦ τῆς Νιτρίας ὄρους· οὔπω γὰρ ἦν τότε μοναστήρια· καὶ ποιεῖ ἑαυτῷ δύο θόλους κελλίων. Καὶ βιώσας ἄλλα εἴκοσι δύο ἔτη ἐν τῇ ἐρήμῳ ἐτελεύτησε, μᾶλλον δὲ ἐκοιμήθη, δὶς τοῦ ἔτους ὁρῶν τὴν μακαρίαν σύμβιον αὐτοῦ.
8.6.1
Τούτου θαῦμα διηγήσατο ὁ μακάριος Ἀθανάσιος ὁ ἐπίσκοπος εἰς τὸν περὶ Ἀντωνίου βίον, ὅτιπερ παρερ χόμενος τὸν Λύκον ποταμὸν ἅμα Θεοδώρῳ μαθητῇ αὐτοῦ, καὶ εὐλαβούμενος ἀποδύσασθαι ἵνα μὴ γυμνὸν αὐτὸν ἴδῃ, εἰς τὸ πέραν εὑρέθη δίχα πορθμείου μετενεχθεὶς ὑπὸ ἀγγέλου. Οὗτος τοίνυν ὁ Ἀμοῦν οὕτως ἐβίωσε καὶ οὕτως ἐτελειώθη ὡς τὸν μακάριον Ἀντώνιον τὴν ψυχὴν αὐτοῦ ἰδεῖν ὑπὸ ἀγγέλων ἀναγομένην. Τοῦτον τὸν ποταμὸν μετὰ δειλίας ἐγὼ πορθμείῳ παρῆλθον· διῶρυξ γάρ ἐστι τοῦ μεγάλου Νείλου. 9. tΠερὶ Ὤρ 9. 1 Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας γέγονεν ἀνὴρ ἀσκητὴς Ὢρ ὀνόματι, ᾧ πολλὴν προσεμαρτύρει ἀρετὴν καὶ πᾶσα μὲν ἡ ἀδελφότης ἐξαιρέτως δὲ ἡ ἄνθρωπος τοῦ θεοῦ Μελάνιον, πρὸ ἐμοῦ εἰσελθοῦσα εἰς τὸ ὄρος· ἐγὼ γὰρ αὐτὸν οὐ κατείληφα ζῶντα. Καὶ τοῦτο ἔλεγον ἐν τοῖς διηγήμασιν ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηρήσατό τινα, οὔτε ἐκτὸς τῆς χρείας ἐλάλησεν. 10. tΠερὶ Παμβώ 10. 1 Τούτου τοῦ ὄρους γέγονε καὶ ὁ μακάριος Παμβώ, διδάσκαλος Διοσκόρου τοῦ ἐπισκόπου καὶ Ἀμμωνίου καὶ Εὐσεβίου καὶ Εὐθυμίου τῶν ἀδελφῶν, καὶ Ὠριγένους τοῦ ἀδελφιδοῦ Δρακοντίου ἀνδρὸς θαυμαστοῦ. Ὃς Παμβὼ εἶχε μὲν ἀνδραγαθήματα καὶ προτερήματα πλεῖστα, ἐν οἷς δὲ καὶ τοῦτο· τοσοῦτον ἦν ὑπερόπτης χρυσοῦ καὶ ἀργύρου, ὡς ἀπαιτεῖ ὁ λόγος.