Palladius Helenopolitanus PG 34,65
Historia Lausiaca
Laus 23.6.1
Choose a text
More by Palladius Helenopolitanus PG 34,65
—
Pg Scrape Grc
23.6.1
Ἤκουσα οὖν φωνῆς ἐλθούσης ἐν τῇ διανοίᾳ μου, ὅτι" Ἄπελθε, Πάχων, ἀγωνίζου· διὰ γὰρ τοῦτο ἀφῆκά σε καταδυναστευθῆναι, ἵνα μὴ μέγα φρονήσῃς ὡς δυνάμενος, ἀλλ' ἐπιγνούς σου τὴν ἀσθένειαν μὴ θαρρήσῃς τῇ σῇ πολιτείᾳ, ἀλλὰ προσδράμῃς τῇ τοῦ θεοῦ βοηθείᾳ". Οὕτω πληροφορηθεὶς ἀνέκαμψα, καὶ μετὰ θάρρους καθίσας καὶ μηκέτι φροντίσας τοῦ πολέμου εἰρή νευσα τὰς ἐπιλοίπους ἡμέρας. Ὁ δὲ γνούς μου τὴν κατα φρόνησιν οὐκέτι μοι ἤγγισεν". 24. tΠερὶ Στεφάνου τοῦ Λίβυοσ 24. 1 Στέφανός τις Λίβυς τῷ γένει ἐκ πλαγίου τῆς Μαρμαρικῆς καὶ τοῦ Μαρεώτου ἐκαθέσθη ἐπὶ ἑξήκοντα ἔτη. Οὗτος εἰς ἄκρον γενόμενος ἀσκητὴς καὶ διακριτικὸς κατηξιώθη χαρίσματος ὥστε πάντα τὸν λυπούμενον οἱαν δήποτε λύπην συντυχόντα αὐτῷ ἄλυπον ἀναχωρεῖν. Γνώ ριμος δὲ ἦν καὶ τῷ μακαρίῳ Ἀντωνίῳ· ἔφθασε δὲ καὶ μέχρι τῶν ἡμετέρων ἡμερῶν. Ὧ ἐγὼ μὲν οὐ συνέτυχον διὰ τὸ μῆκος τοῦ τόπου· 24. 2 οἱ δὲ περὶ τὸν ἅγιον Ἀμμώνιον καὶ Εὐάγριον συντυχόντες μοι διηγήσαντο ὅτι" Κατελά βομεν αὐτὸν ἀρρωστίᾳ τοιαύτῃ περιπεσόντα κατ' αὐτοὺς τοὺς τόπους τῶν διδύμων καὶ τῆς βαλάνου ἕλκος ποιήσαντα τὸ λεγόμενον φαγέδαιναν. Ὃν εὕρομεν τημελούμενον ὑπὸ ἰατροῦ τινός, καὶ ταῖς μὲν χερσὶν ἐργαζόμενον καὶ πλέ κοντα θαλλοὺς καὶ λαλοῦντα ἡμῖν, τὸ δὲ λοιπὸν σῶμα χειριζόμενον· ὃς οὕτως ἦν διακείμενος ὡς ἄλλου τεμνομένου. Ἀποκοπέντων οὖν τῶν μελῶν καθάπερ τριχῶν, ἀναίσθητος ἦν ὑπερβολῇ παρασκευῆς θεϊκῆς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).