Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta
PapiasFrag q.1 · pg-scrape-grcMore by Papias
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/papias" aria-label="More works by Papias"> —
⋯
More
Original / primary: Pg Scrape Grc
q.1
Fragmenta 2. 1 Τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, α καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεως. τούτων καὶ Εἰρηναῖος ὡς μόνον αὐτῷ γραφέντων μνημονεύει, ω δέ πως λέγων· Ταῦτα δὲ καὶ κτλ. (ξφ. ιρεν. ῃ, 33, 4). 2. 2 καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα. αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι' ω ν φησιν λέξεων· 2. 3 Οὐκ ὀκνήσω δέ σοι καὶ ο σα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ε μαθον καὶ καλῶς ἐμνημόνευσα, συγκατατάξαι ταῖς ἑρμηνείαις, διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς τὰ πολλὰ λέγουσιν ε χαιρον ω σπερ οἱ πολλοί, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν, οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ' αὐτῆς παραγινομένας τῆς ἀληθείας. 2. 4 εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ε λθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους· τί̓ Ανδρέας η τί Πέτρος ει πεν η τί Φίλιππος η τί Θωμᾶς ἠ Ιάκωβος η τί̓ Ιωάννης η Ματθαῖος η τις ε τερος τῶν τοῦ κυρίου μαθητῶν, α τἐ Αριστίων καὶ ὁ πρεσβύτερος̓ Ιωάννης, τοῦ κυρίου μαθηταί, λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον, ο σον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης. 2. 5 Ενθα καὶ ἐπιστῆσαι α ξιον δὶς καταριθμοῦντι αὐτῷ τὸ̓ Ιωάννου ο νομα, ω ν τὸν μὲν πρότερον Πέτρῳ καὶ̓ Ιακώβῳ καὶ Ματθαίῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν, τὸν δ' ε τερον̓ Ιωάννην διαστείλας τὸν λόγον ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν̓ Αριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει· 2. 6 ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν̓ Ασίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων, δύο τε ἐν̓ Εφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον̓ Ιωάννου ε τι νῦν λέγεσθαι. οι ς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν· εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ' ὀνόματος φερομένην̓ Ιωάννοὐ Αποκάλυψιν ἑωρακέναι. 2. 7 καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι,̓ Αριστίωνος δὲ καὶ τοῦ πρεσβυτέροὐ Ιωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι. ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας, ἐν τοῖς αὐτοῦ συγγράμμασιν τίθησιν αὐτῶν παραδόσεις. καὶ ταῦτα δ' ἡμῖν οὐκ εἰς τὸ α χρηστον εἰρήσθω. 2. 8 Αξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι' ω ν παράδοξά τινα ἱστορεῖ καὶ α λλα, ὡς α ν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα. 2. 9 τὸ μὲν ου ν κατὰ τὴν̔ Ιεράπολιν Φίλιππον τὸν ἀπόστολον α μα ταῖς θυγατράσιν διατρῖψαι, διὰ τῶν πρόσθεν (ιιι, 31) δεδήλωται, ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον. νεκροῦ γὰρ ἀνάστασιν κατ' αὐτὸν γεγονυῖαν ἱστορεῖ, καὶ αυ πάλιν ε τερον παράδοξον περὶ̓ Ιοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονός, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος. 2. 10 τοῦτον δὲ τὸν̓ Ιοῦστον μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδότοὐ Ιούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ, ἡ τῶν Πράξεων ω δέ πως ἱστορεῖ γραφή· Καὶ ε στησαν δύο,̓ Ιωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ο ς ἐπεκλήθἠ Ιοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμενοι ει παν. 2. 11 καὶ α λλα δὲ ὁ αὐτὸς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν η κοντα παρατέθειται, ξένας τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ καί τινα α λλα μυθικώτερα. 2. 12 ἐν οι ς καὶ χιλιάδα τινά φησιν ἐτῶν ε σεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης· α καὶ
q.2
ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. 2. 13 σφόδρα γάρ τοι σμικρὸς ω ν τὸν νοῦν, ὡς α ν ἐκ τῶν αὐτοῦ λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται· πλὴν καὶ τοῖς μετ' αὐτὸν πλείστοις ο σοις τῶν ἐκκλησιαστικῶν τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονεν, τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ω σπερ ου ν Εἰρηναίῳ καὶ ει τις α λλος τὰ ο μοια φρονῶν ἀναπέφηνεν. 2. 14 καὶ α λλας δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν̓ Αριστίωνος τοῦ πρόσθεν δεδηλωμένου τῶν τοῦ κυρίου λόγων διηγήσεις καὶ τοῦ πρεσβυτέροὐ Ιωάννου παραδόσεις, ἐφ' α ς τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν, η ν περὶ Μάρκου τοῦ τὸ εὐαγγέλιον γεγραφότος ἐκτέθειται διὰ τούτων· 2. 15 Καὶ τοῦθ' ὁ πρεσβύτερος ε λεγεν· Μάρκος μὲν ἑρμηνευτὴς Πέτρου γενόμενος, ο σα ἐμνημόνευσεν, ἀκριβῶς ε γραψεν, οὐ μέντοι τάξει, τὰ ὑπὸ τοῦ κυρίου η λεχθέντα η πραχθέντα· ου τε γὰρ η κουσεν τοῦ κυρίου ου τε παρηκολούθησεν αὐτῷ, υ στερον δέ, ὡς ε φην, Πέτρῳ, ο ς πρὸς τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλ' οὐχ ω σπερ σύνταξιν τῶν κυριακῶν ποιούμενος λογίων, ω στε οὐδὲν η μαρτεν Μάρκος, ου τως ε νια γράψας ὡς ἀπεμνημόνευσεν· ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ω ν η κουσεν παραλιπεῖν η ψεύσασθαί τι ἐν αὐτοῖς. Ταῦτα μὲν ου ν ἱστόρηται τῷ Παπίᾳ· περὶ τοῦ Μάρκου. 2. 16 περὶ δὲ τοῦ Ματθαίου ταῦτ' ει ρηται· Ματθαῖος μὲν ου ν̔ Εβραΐδι διαλέκτῳ τὰ λόγια συνετάξατο, ἡρμήνευσεν δ' αὐτά, ὡς η ν δυνατὸς ε καστος. 2. 17 Κέχρηται δ' ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς̓ Ιωάννου προτέρας ἐπιστολῆς καὶ ἀπὸ τῆς Πέτρου ὁμοίως, ἐκτέθειται δὲ καὶ α λλην ἱστορίαν περὶ γυναικὸς ἐπὶ πολλαῖς ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ κυρίου, η ν τὸ καθ'̔ Εβραίους εὐαγγέλιον περιέχει. καὶ ταῦτα δ' ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω. 3. 1̓ Απολιναρίου· Οὐκ ἀπέθανε τῇ ἀγχόνᾐ Ιούδας, ἀλλ' ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων Πράξεις, ο τι πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ. τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ̓ Ιωάννου μαθητὴς λέγων ου τως ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν κυριακῶν λόγων· 3. 2 Μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ̓ Ιούδας πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρκα, ω στε μηδὲ ὁπόθεν α μαξα ῥᾳδίως διέρχεται ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ο γκον αὐτοῦ. τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος ει χον ἀπὸ τῆς ε ξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι, φέρεσθαι δὲ δι' αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχῶράς τε καὶ σκώληκας εἰς υ βριν δι' αὐτῶν μόνων τῶν ἀναγκαίων. 3. 3 μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ, φασί, χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀδμῆς ε ρημον καὶ ἀοίκητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ' οὐδὲ μέχρι τῆς σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ καὶ ἐπὶ τῆς γῆς ε κρυσις ἐχώρησεν. 4. 1 Παπίας δὲ ου τως ἐπὶ λέξεως·̓ Ενίοις δὲ αὐτῶν, δηλαδὴ τῶν πάλαι θείων ἀγγέλων, καὶ τῆς περὶ τὴν γῆν διακοσμήσεως ε δωκεν α ρχειν, καὶ καλῶς α ρχειν παρηγγύησε. καὶ ἑξῆς φησίν· Εἰς οὐδὲν δὲ συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν. Περὶ μέντοι τοῦ θεοπνεύστου τῆς βίβλου (τῆς̓ Αποκαλύψεως̓ Ιωάννου σξιλ.) περιττὸν μηκύνειν τὸν λόγον ἡγούμεθα, τῶν μακαρίων Γρηγορίου φημὶ τοῦ θεολόγου καὶ Κυρίλλου, προσέτι δὲ καὶ τῶν ἀρχαιοτέρων Παπίου, Εἰρηναίου, Μεθοδίου καὶ̔ Ιππολύτου ταύτῃ προσμαρτυρούντων τὸ ἀξιόπιστον. Λαβόντες τὰς ἀφορμὰς ἐκ Παπίου τοῦ πάνυ, τοῦ̔ Ιεραπολίτου, τοῦ [+ ἐν ξοδδ] τῷ ἐπιστηθίῳ φοιτήσαντος, καὶ Κλήμεντος καὶ
q.3
Πανταίνου τοῦ τῆς̓ Αλεξανδρέων ἱερέως, καὶ̓ Αμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρχαίων καὶ πρὸ τῶν [πρώτων ξοδδ] συνόδων ἐξηγητῶν, εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν πᾶσαν τὴν ἑξαήμερον νοησάντων. Οἱ μὲν ου ν ἀρχαιότεροι τῶν ἐκκλησιαστικῶν [ἐκκλησιῶν ξοδ] ἐξηγη- τῶν [ἐξηγητικῶν ξοδ], λέγω δὴ Φίλων ὁ φιλόσοφος καὶ τῶν ἀποστό- λων ὁμόχρονος, καὶ Παπίας ὁ πολύς, ὁ̓ Ιωάννου τοῦ εὐαγγελιστοῦ φοιτητής, ὁ̔ Ιεραπολίτης..... καὶ οἱ ἀμφ' αὐτοὺς πνευματικῶς τὰ περὶ παραδείσου ἐθεώρησαν εἰς τὴν Χριστοῦ ἐκκλησίαν ἀναφερόμενοι. Τοὺς κατὰ θεὸν ἀκακίαν ἀσκοῦντας παῖδας ἐκάλουν, ὡς καὶ Παπίας δηλοῖ βιβλίῳ πρώτῳ τῶν κυριακῶν ἐξηγήσεων καὶ Κλήμης ὁ̓ Αλεξαν- δρεὺς ἐν τῷ Παιδαγωγῷ. Ταῦτά φησιν αἰνιττόμενος οι μαι Παπίαν τὸν̔ Ιεραπόλεως τῆς κατ'̓ Ασίαν τότε γενόμενον ἐπίσκοπον καὶ συνακμάσαντα τῷ θείῳ εὐαγγελιστῇ̓ Ιωάννῃ. ου τος γὰρ ὁ Παπίας ἐν τῷ τετάρτῳ αὐτοῦ βιβλίῳ τῶν κυριακῶν ἐξηγήσεων τὰς διὰ βρωμάτων ει πεν ἐν τῇ ἀνα- στάσει ἀπολαύσεις... καὶ Εἰρηναῖος δὲ ὁ Λουγδούνου ἐν τῷ κατὰ αἱρέσεων πέμπτῳ λόγῳ τὸ αὐτό φησι καὶ παράγει μάρτυρα τῶν ὑπ' αὐτοῦ εἰρημένων τὸν λεχθέντα Παπίαν...... οὐ μὴν ἀλλ' οὐδὲ Παπίαν τὸν̔ Ιεραπόλεως ἐπίσκοπον καὶ μάρτυρα, οὐδὲ Εἰρηναῖον τὸν ο σιον ἐπίσκοπον Λουγδούνων (σξιλ. ἀπο- δέχεται Στέφανος), ἐν οι ς λέγουσιν αἰσθητῶν τινων βρωμάτων ἀπόλαυ- σιν ει ναι τὴν τῶν οὐρανῶν βασιλείαν. Παπίας̔ Ιεραπόλεως ἐπίσκοπος, ἀκουστὴς τοῦ θεολόγοὐ Ιωάννου γενόμενος, Πολυκάρπου δὲ ἑταῖρος, πέντε λόγους κυριακῶν λογίων ε γραψεν. ἐν οι ς ἀπαρίθμησιν ἀποστόλων ποιούμενος μετὰ Πέτρον καὶ̓ Ιωάννην, Φίλιππον καὶ Θωμᾶν καὶ Ματθαῖον εἰς μαθητὰς τοῦ κυρίου ἀνέγραψεν̓ Αριστίωνα καὶ̓ Ιωάννην ε τερον, ο ν καὶ πρεσβύτερον ἐκάλε- σεν. ω ς τινας οι εσθαι, ο τι τοῦ̓ Ιωάννου εἰσὶν αἱ δύο ἐπιστολαὶ αἱ μικραὶ καὶ καθολικαί, αἱ ἐξ ὀνόματος̓ Ιωάννου φερόμεναι, διὰ τὸ τοὺς ἀρχαίους τὴν πρώτην μόνην ἐγκρίνειν. τινὲς δὲ καὶ τὴν̓ Αποκά- λυψιν τούτου πλανηθέντες ἐνόμισαν. καὶ Παπίας δὲ περὶ τὴν χιλιον- ταετηρίδα σφάλλεται, ἐξ ου καὶ ὁ Εἰρηναῖος. 11. 2 Παπίας ἐν τῷ δευτέρῳ λόγῳ λέγει, ο τἰ Ιωάννης ὁ θεολόγος καὶ̓ Ιάκωβος ὁ ἀδελφὸς αὐτοῦ ὑπὸ̓ Ιουδαίων ἀνῃρέθησαν. Παπίας ὁ εἰρημένος ἱστόρησεν ὡς παραλαβὼν ἀπὸ τῶν θυγατέρων Φιλίππου, ο τι Βαρσαβᾶς, ὁ καὶ̓ Ιοῦστος δοκιμαζόμενος, ὑπὸ τῶν ἀπίστων ἰὸν ἐχίδνης πιὼν ἐν ὀνόματι τοῦ Χρι- στοῦ ἀπαθὴς διεφυλάχθη. ἱστορεῖ δὲ καὶ α λλα θαύματα καὶ μάλιστα τὸ κατὰ τὴν μητέρα Μαναΐμου τὴν ἐκ νεκρῶν ἀναστᾶσαν· περί τῶν ὑπὸ τοῦ Χριστοῦ ἐκ νεκρῶν ἀναστάντων, ο τι ε ως̓ Αδριανοῦ ε ζων. 12. 1 Μετὰ δὲ Δομετιανὸν ἐβασίλευσε Νερούας ε τος ε ν, ο ς ἀνακαλεσά- μενος̓ Ιωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν̓ Εφέσῳ. μόνος τότε περιὼν τῷ βίῳ ἐκ τῶν ιβʹ μαθητῶν καὶ συγγραψάμενος τὸ κατ' αὐτὸν εὐαγγέλιον μαρτυρίου κατηξίωται. 12. 2 Παπίας γὰρ ὁ̔ Ιεραπόλεως ἐπί- σκοπος, αὐτόπτης τούτου γενόμενος, ἐν τῷ δευτέρῳ λόγῳ τῶν κυριακῶν λογίων φάσκει, ο τι ὑπὸ̓ Ιουδαίων ἀνῃρέθη· πληρώσας δηλαδὴ μετὰ τοῦ ἀδελφοῦ τὴν τοῦ Χριστοῦ περὶ αὐτῶν πρόρρησιν καὶ τὴν ἑαυτῶν ὁμολογίαν περὶ τούτου καὶ συγκατάθεσιν· εἰπὼν γὰρ ὁ κύριος πρὸς αὐτούς· Δύνασθε πιεῖν τὸ ποτήριον, ο ἐγὼ πίνω; καὶ κατανευσάντων προθύμως καὶ συνθεμένων· Τὸ ποτήριόν μου, φησίν, πίεσθε, καὶ τὸ βάπτισμα, ο ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. καὶ εἰκότως· ἀδύ- νατον γὰρ θεὸν ψεύσασθαι. 12. 3 ου τω δὲ καὶ ὁ πολυμαθὴς̓ Ωριγένης ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ (τ. χῃι ξ. 6) διαβεβαιοῦται, ὡς ο τι μεμαρτύρηκεν̓ Ιωάννης, ἐκ τῶν διαδόχων τῶν ἀποστόλων ὑποσημαι- νάμενος τοῦτο μεμαθηκέναι. καὶ μὲν δὴ καὶ ὁ πολυΐστωρ Εὐσέβειος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ (ιιι, 1) φησί·
q.4
Θωμᾶς μὲν τὴν Παρθίαν ει ληχεν,̓ Ιωάννης δὲ τὴν̓ Ασίαν, πρὸς ου ς καὶ διατρίψας ἐτελεύτησεν ἐν̓ Εφέσῳ.

Intertext edge

Open linked passage

Note