⋯
Original: Pg Scrape Grc
Fragmenta 2. 1 Τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, α καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεως. τούτων καὶ Εἰρηναῖος ὡς μόνον αὐτῷ γραφέντων μνημονεύει, ω δέ πως λέγων· Ταῦτα δὲ καὶ κτλ. (ξφ. ιρεν. ῃ, 33, 4). 2. 2 καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα. αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι' ω ν φησιν λέξεων· 2. 3 Οὐκ ὀκνήσω δέ σοι καὶ ο σα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ε μαθον καὶ καλῶς ἐμνημόνευσα, συγκατατάξαι ταῖς ἑρμηνείαις, διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς τὰ πολλὰ λέγουσιν ε χαιρον ω σπερ οἱ πολλοί, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν, οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ' αὐτῆς παραγινομένας τῆς ἀληθείας. 2. 4 εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ε λθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους· τί̓ Ανδρέας η τί Πέτρος ει πεν η τί Φίλιππος η τί Θωμᾶς ἠ Ιάκωβος η τί̓ Ιωάννης η Ματθαῖος η τις ε τερος τῶν τοῦ κυρίου μαθητῶν, α τἐ Αριστίων καὶ ὁ πρεσβύτερος̓ Ιωάννης, τοῦ κυρίου μαθηταί, λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον, ο σον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης. 2. 5 Ενθα καὶ ἐπιστῆσαι α ξιον δὶς καταριθμοῦντι αὐτῷ τὸ̓ Ιωάννου ο νομα, ω ν τὸν μὲν πρότερον Πέτρῳ καὶ̓ Ιακώβῳ καὶ Ματθαίῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν, τὸν δ' ε τερον̓ Ιωάννην διαστείλας τὸν λόγον ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν̓ Αριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει· 2. 6 ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν̓ Ασίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων, δύο τε ἐν̓ Εφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον̓ Ιωάννου ε τι νῦν λέγεσθαι. οι ς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν· εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ' ὀνόματος φερομένην̓ Ιωάννοὐ Αποκάλυψιν ἑωρακέναι. 2. 7 καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι,̓ Αριστίωνος δὲ καὶ τοῦ πρεσβυτέροὐ Ιωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι. ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας, ἐν τοῖς αὐτοῦ συγγράμμασιν τίθησιν αὐτῶν παραδόσεις. καὶ ταῦτα δ' ἡμῖν οὐκ εἰς τὸ α χρηστον εἰρήσθω. 2. 8 Αξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι' ω ν παράδοξά τινα ἱστορεῖ καὶ α λλα, ὡς α ν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα. 2. 9 τὸ μὲν ου ν κατὰ τὴν̔ Ιεράπολιν Φίλιππον τὸν ἀπόστολον α μα ταῖς θυγατράσιν διατρῖψαι, διὰ τῶν πρόσθεν (ιιι, 31) δεδήλωται, ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον. νεκροῦ γὰρ ἀνάστασιν κατ' αὐτὸν γεγονυῖαν ἱστορεῖ, καὶ αυ πάλιν ε τερον παράδοξον περὶ̓ Ιοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονός, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος. 2. 10 τοῦτον δὲ τὸν̓ Ιοῦστον μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδότοὐ Ιούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ, ἡ τῶν Πράξεων ω δέ πως ἱστορεῖ γραφή· Καὶ ε στησαν δύο,̓ Ιωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ο ς ἐπεκλήθἠ Ιοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμενοι ει παν. 2. 11 καὶ α λλα δὲ ὁ αὐτὸς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν η κοντα παρατέθειται, ξένας τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ καί τινα α λλα μυθικώτερα. 2. 12 ἐν οι ς καὶ χιλιάδα τινά φησιν ἐτῶν ε σεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης· α καὶ