Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Narrationes Amatoriae
Parthenius of NicaeaAmat 0.contents · perseus-grc2More by Parthenius of Nicaea
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea"> —
⋯
More
Original / primary: Perseus Grc2
0.contents
ταῦτα ἐν τῷδε τῷ συγγράμματι περιέχεται· α περὶ Λύρκου β περὶ Πολυμήλης γ περὶ Εὐίππης δ περὶ Οἰνώνης ε περὶ Λευκίππου ς περὶ Παλλήνης ζ περὶ Ἱππαρίνου η περὶ Ἡρίππης θ περὶ Πολυκρίτης ι περὶ Λευκώνης ια περὶ Βυβλίδος ιβ περὶ Κάλχου ιγ περὶ Ἁρπαλύκης ιδ περὶ Ἀνθέως ιε περὶ Δάφνης ις περὶ Λαοδίκης ιζ περὶ τῆς Περιάνδρου μητρός ιη περὶ Νεαίρας ιθ περὶ Παγκρατοῦς κ περὶ Αἰροῦς κα περὶ Πεισιδίκης κβ περὶ Νανίδος κγ περὶ Ἰωνίδος κδ περὶ Ἱππαρίνου κε περὶ Φαΰλλου κς περὶ Ἀπριάτης κζ περὶ Ἀλκινόης κη περὶ Κλείτης κθ περὶ Δάφνιδος λ περὶ Κελτίνης λα περὶ Διμοίτου λβ περὶ Ἀνθίππης λγ περὶ Αἰσάονος λδ περὶ Κορύθου λε περὶ Εὐλιμένης λς περὶ Ἀργανθώνης
0.dedication
0.dedication
μάλιστα σοὶ δοκῶν ἁρμόττειν, Κορνήλιε Γάλλε, τὴν ἄθροισιν τῶν ἐρωτικῶν παθημάτων, ἀναλεξάμενος ὡς ὅτι μάλιστα ἐν βραχυτάτοις ἀπέσταλκα. Τὰ γὰρ παρά τισι τῶν ποιητῶν κείμενα, τούτων μὴ αὐτοτελῶς λελεγμένων, κατανοήσεις ἐκ τῶνδε τὰ πλεῖστα, αὐτῷ τε σοὶ παρέσται εἰς ἔπη καὶ ἐλεγείας ἀνάγειν τὰ μάλιστα ἐξ αὐτῶν ἁρμόδια διὰ τὸ μὴ παρεῖναι τὸ περιττὸν αὐτοῖς, ὃ δὴ σὺ μετέρχῃ, χεῖρον περὶ αὐτῶν ἐνενοήθης· οἱονεὶ γὰρ ὑπομνηματίων τρόπον αὐτὰ συνελεξάμεθα, καὶ σοὶ νυνὶ τὴν χρῆσιν ὁμοίαν, ὡς ἔοικε, παρέξεται.

Intertext edge

Open linked passage

Note