Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Narrationes Amatoriae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea"> —
⋯
More
Original / primary: Perseus Grc2
21.1
21.1
Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. Ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν.
21.2
21.2
Ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν.
21.3
21.3
Ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς τῆς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην.
21.4
21.4
Μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε·
21.4
ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω,
21.4
ἐκ δ’ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου
21.4
υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων,
21.4
αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης
21.4
τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις.
21.4
ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε
21.4
Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν
21.4
χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν
21.4
ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
21.5
21.5
εἶτα μικρὸν ὑποβάς
21.5
δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης
21.5
παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων,
21.5
ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας
21.5
χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν
21.5
ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος,
21.5
ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν
21.5
πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι
21.5
ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ’ ὅ γ’ ἔμελλε
21.5
τὰ ῥέξειν, ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ·
21.5
ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο
21.5
Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον
21.5
πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.

Intertext edge

Open linked passage

Note