Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Narrationes Amatoriae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea"> —
⋯
More
Original / primary: Perseus Grc2
24.1
24.1
Ἱππαρῖνος δ’ ὁ Συρακοσίων τύραννος εἰς ἐπιθυμίαν ἀφίκετο πάνυ καλοῦ παιδός· Ἀχαιὸς αὐτῷ ὄνομα. Τοῦτον ἐξαλλάγμασι πολλοῖς ὑπαγόμενος πείθει τὴν οἰκίαν ἀπολιπόντα σὺν αὐτῷ μένειν· χρόνου δὲ προϊόντος, ὡς πολεμίων τις ἔφοδος προσηγγέλη πρός τι τῶν ὑπ’ ἐκείνου κατεχομένων χωρίων, καὶ ἔδει κατὰ τάχος βοηθεῖν, ἐξορμῶν ὁ Ἱππαρῖνος παρεκελεύσατο τῷ παιδί, εἴ τις ἐντὸς τῆς αὐλῆς βιάζοιτο, κατακαίνειν αὐτὸν τῇ σπάθῃ, ἣν ἐτύγχανεν αὐτῷ κεχαρισμένος.
24.2
24.2
Κἀπειδὴ συμβαλὼν τοῖς πολεμίοις κατὰ κράτος αὐτοὺς εἷλεν, ἐπὶ πολὺν οἶνον ἐτράπετο καὶ συνουσίαν· ἐκκαόμενος δὲ ὑπὸ μέθης καὶ πόθου τοῦ παιδὸς ἀφίππευσεν εἰς τὰς Συρακούσας, καὶ παραγενόμενος ἐπὶ τὴν οἰκίαν, ἔνθα τῷ παιδὶ παρεκελεύσατο μένειν, ὃς μὲν ἦν οὐκ ἐδήλου, θετταλίζων δὲ τῇ φωνῇ τὸν Ἱππαρῖνον ἔφησεν ἀπεκτονηκέναι· ὁ δὲ παῖς διαγανακτήσας, σκότους ὄντος παίει καιρίαν τὸν Ἱππαρῖνον· ὁ δὲ τρεῖς ἡμέρας ἐπιβιοὺς καὶ τοῦ φόνου τὸν Ἀχαιὸν ἀπολύσας ἐτελεύτησεν.

Intertext edge

Open linked passage

Note