Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Narrationes Amatoriae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea"> —
⋯
More
Original / primary: Perseus Grc2
25.1
25.1
Φάυλλος δ’ ὁ τύραννος ἠράσθη τῆς Ἀρίστωνος γυναικός, ὃς Οἰταίων προστάτης ἦν· οὗτος διαπεμπόμενος πρὸς αὐτὴν χρυσόν τε πολὺν καὶ ἄργυρον ἐπηγγέλλετο δώσειν, εἴ τέ τινος ἄλλου δέοιτο φράζειν ἐκέλευεν ὡς οὐχ ἁμαρτησομένην.
25.2
25.2
Τὴν δ’ ἄρα πολὺς εἶχε πόθος ὅρμου τοῦ τότε κειμένου ἐν τῷ τῆς Προνοίας Ἀθηνᾶς ἱερῷ, ὃν εἶχε λόγος Ἐριφύλης γεγονέναι, ἠξίου τε ταύτης τῆς δωρεᾶς τυχεῖν.
25.3
25.3
Φάυλλος δὲ τά τε ἄλλα κατασύρων ἐκ Δελφῶν ἀναθήματα ἀναιρεῖται καὶ τὸν ὅρμον· ἐπεὶ δὲ διεκομίσθη εἰς οἶκον τὸν Ἀρίστωνος, χρόνον μέν τινα ἐφόρει αὐτὸν ἡ γυνὴ μάλα περίπυστος οὖσα, μετὰ δὲ ταῦτα παραπλήσιον αὐτῇ πάθος συνέβη τῷ περὶ τὴν Ἐριφύλην γενομένῳ.
25.4
25.4
Ὁ γὰρ νεώτερος τῶν υἱῶν αὐτῆς μανεὶς τὴν οἰκίαν ὑφῆψε, καὶ τήν τε μητέρα καὶ τὰ πολλὰ τῶν κτημάτων κατέφλεξε.

Intertext edge

Open linked passage

Note