Narrationes Amatoriae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea">
—
⋯
Original / primary: Perseus Grc2
28.1
28.1
Διαφόρως δὲ ἱστορεῖται περὶ Κυζίκου τοῦ Αἰνέου· οἱ μὲν γὰρ αὐτὸν ἔφασαν ἁρμοσάμενον Λάρισαν τὴν Πιάσου, ᾗ ὁ πατὴρ ἐμίγη πρὸ γάμου, μαχόμενον ἀποθανεῖν· τινὲς δὲ προσφάτως γήμαντα Κλείτην συμβαλεῖν δι’ ἄγνοιαν τοῖς μετὰ Ἰάσονος ἐπὶ τῆς Ἀργοῦς πλέουσι, καὶ οὕτως πεσόντα πᾶσι μὲν τοῖς ἄλλοις ἀλγεινὸν πόθον ἐμβαλεῖν, ἐξόχως δὲ τῇ Κλείτῃ· ἰδοῦσα γὰρ αὐτὸν ἐρριμμένον, περιεχύθη καὶ πολλὰ κατωδύρατο, νύκτωρ δὲ λαθοῦσα τὰς θεραπαινίδας ἀπό τινος δένδρου ἀνήρτησεν ἑαυτήν.