Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Narrationes Amatoriae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea"> —
⋯
More
Original / primary: Perseus Grc2
2.1
2.1
Ὀδυσσεὺς ἀλώμενος περὶ Σικελίαν καὶ τὴν Τυρρηνῶν καὶ τὴν Σικελῶν θάλασσαν ἀφίκετο πρὸς Αἰόλον εἰς Μελιγουνίδα νῆσον, ὃς αὐτὸν κατὰ κλέος σοφίας τεθηπὼς ἐν πολλῇ φροντίδι εἶχεν· τὰ δὲ περὶ Τροίας ἅλωσιν καὶ ὃν τρόπον αὐτοῖς ἐσκεδάσθησαν αἱ νῆες κομιζομένοις ἀπὸ τῆς Ἰλίου διεπυνθάνετο, ξενίζων τε αὐτὸν πολὺν χρόνον διῆγε.
2.2
2.2
Τῷ δ’ ἄρα καὶ αὐτῷ ἦν ἡ μονὴ ἡδομένῳ· Πολυμήλη γάρ, τῶν Αἰολίδων τις, ἐρασθεῖσα αὐτοῦ κρύφα συνῆν. Ὡς δὲ τοὺς ἀνέμους ἐγκεκλεισμένους παραλαβὼν ἀπέπλευσεν, ἡ κόρη φωρᾶταί τινα τῶν Τρωϊκῶν λαφύρων ἔχουσα καὶ τούτοις μετὰ πολλῶν δακρύων ἐναλινδουμένη.
2.3
2.3
Ἔνθα δὴ ὁ Αἰόλος τὸν μὲν Ὀδυσσέα καίπερ οὐ παρόντα ἐκάκισεν, τὴν δὲ Πολυμήλην ἐν νῷ ἔσχεν τίσασθαι. Ἔτυχεν δὲ αὐτῆς ἠρασμένος ὁ ἀδελφὸς Διώρης, ὃς αὐτὴν παραιτεῖταί τε καὶ πείθει τὸν πατέρα αὐτῷ συνοικίσαι.

Intertext edge

Open linked passage

Note