Narrationes Amatoriae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/parthenius-of-nicaea" aria-label="More works by Parthenius of Nicaea">
—
⋯
Original / primary: Perseus Grc2
34.1
34.1
Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο Κόρυθος. Οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη, καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν.
34.2
34.2
Νίκανδρος μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γενέσθαι, λέγων ἐν τούτοις·
34.2
ἠρία τ’ εἰν Ἀίδαο κατοιχομένου Κορύθοιο,
34.2
ὅντε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖς1ʼ ὑμεναίοις
34.2
Τυνδαρίς, αἴν’ ἀχέουσα, κακὸν γόνον ἤρατο βούτεω.