Epistula canonica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Περὶ τῶν αὐθαιρέτως εἰσελθόντων εἰς τὸν ἀγῶνα καὶ μετὰ πολλὰς βασάνους ἀρνησαμένων. Οἱ γὰρ πρῶτοι παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς τὸ δικαστήριον καὶ θεωροῦντες τοὺς ἁγίους μάρτυρας σπεύδοντας «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι, ἐπεδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παρρησίᾳ χρώμενοι, ἐμβλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι' οὓς ὑποθερμαινόμενοι ἔσωθεν καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπε- ραιρόμενον καὶ ἀντικείμενον, ἔσπευ- δον εἰς τοῦτο, ἵνα μὴ καὶ «δοκῇ παρ' αὐτῷ φρόνιμος εἶναι», ἐφ' οἷς κατὰ πανουργίαν ἔδοξεν ἡττᾶν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν νικώμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυ- στήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας καὶ τὰς καταφλέξεις τοῦ πυρὸς καὶ τὰς τῶν ὑδάτων καταποντώσεις. Καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρη- θέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψους, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ ξυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ συναλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων ἢ ἀδελφῶν ἢ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει· ἴσμεν γὰρ καὶ δι' ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστά- σει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ, καὶ τῶν τανταλισμῶν, οὐ μὴν ἀλλὰ καὶ μετα- γνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μεμαρτυρημέ- νων εὐπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὐτῶν, συνευχόμεθα καὶ συμ- παρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γινομένου ὑπὲρ ἡμῶν παρακλή- του πρὸς τὸν πατέρα, ἱλασκομέ- νου ταῖς ἁμαρτίαις ἡμῶν· «Καὶ ἐάν τις γάρ φησιν ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν».