Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula canonica
Peter of AlexandriaCano 12 · pg-scrape-grcMore by Peter of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/peter-of-alexandria" aria-label="More works by Peter of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Περὶ τῶν δεδωκότων ἀργύρια. Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς τὸ παντάπασι γενέσθαι ἀπὸ πάσης κακίας οὐκ ἔστιν ἔγκλημα προσάγειν· ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπή- νεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν· ὅπερ ἄλ- λοι κατὰ αἰσχοκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ κυρίου λέγοντος· «Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ;» καὶ ὅτι· «Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». Ἐφάνησαν γὰρ παρ' ἐκείνους τῷ θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ κατα- φρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον· «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος». Ἐπεὶ καὶ ἐν ταῖς Πρά- ξεσι τῶν ἀποστόλων ἀνέγνωμεν, τοὺς συρέντας ἀντὶ Παύλου καὶ Σιλᾶ ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πο- λιτάρχας μετὰ πλησμονῆς ἀπολυθέντας· μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα καὶ ταράξαι τὸν ὄχλον καὶ τοὺς πολι- τάρχας, «λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς· οἱ δὲ ἀδελφοὶ εὐ- θέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέ- ροιαν».

Intertext edge

Open linked passage

Note